1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρουβαθέος,ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα,καί τινες σὺν αὐταῖς.
2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.
3 Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶματοῦ Κυρίου Ἰησοῦ.
4 Καὶ ἐγένετο ἐν τῷδιαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδού,ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐνἐσθήσεσιν ἀστραπτούσαις·
5 ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶκλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν,εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6 Οὐκ ἔστιν ὧδε,ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
7 λέγωνὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8 Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.
10 Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶἸωάννα καὶ ΜαρίαἸακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς,αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματααὐτῶν, καὶ ἠπίστουν αὐταῖς.
12 Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνιακείμενα μόνα· καὶ ἀπῆλθε πρὸςἑαυτὸν θαυμάζων τὸ γεγονός.
13 Καὶ ἰδού, δύο ἐξ αὐτῶνἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.
14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶσυζητεῖν, καὶ αὐτὸςὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.
16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
17 Εἶπε δὲ πρὸς αὐτούς,
18 Ἀποκριθεὶς δὲὁ εἷς, ᾧ ὄνομα Κλεοπᾶς, εἶπε πρὸς αὐτόν, Σὺ μόνος παροικεῖςἹερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
19 Καὶ εἶπεν αὐτοῖς,Οἱ δὲεἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦΝαζωραίου,ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ·
20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.
21 Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλάγε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγεισήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναιὄρθριαι ἐπὶ τὸ μνημεῖον·
23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ,ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.
24 Καὶἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼςκαὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.
25 Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς,
27 Καὶ ἀρξάμενος ἀπὸΜωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν,διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο· καὶ αὐτὸςπροσεποιεῖτοπορρωτέρω πορεύεσθαι.
29 Καὶ παρεβιάσαντο αὐτόν, λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστί, καὶκέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
32 Καὶεἶπον πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦνἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ,καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρονσυνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
34 λέγοντας ὅτιἨγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι.
35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 Ταῦτα δὲ αὐτῶν λαλούντων,αὐτὸςὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν,καὶ λέγει αὐτοῖς,
37 Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
38 Καὶ εἶπεν αὐτοῖς,
40 Καὶ τοῦτο εἰπὼνἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς,
42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος,καὶ ἀπὸ μελισσίου κηρίου.
43 Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 Εἶπε δὲαὐτοῖς,
45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς·
46 καὶ εἶπεν αὐτοῖς ὅτι
50 Ἐξήγαγε δὲ αὐτοὺςἔξω ἕωςεἰς Βηθανίαν· καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾽ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
52 Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·
53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ,αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν.Ἀμήν.