1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν,ἤγαγον αὐτὸν ἐπὶ τὸνΠιλάτον.
2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτονεὕρομεν διαστρέφοντα τὸἔθνος, καὶ κωλύονταΚαίσαρι φόρους διδόναι,λέγονταἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
3 Ὁ δὲΠιλάτοςἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη,
4 Ὁ δὲΠιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺςὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας,ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6 Πιλάτος δὲ ἀκούσαςΓαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι.
7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸςἩρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρηλίαν· ἦν γὰρθέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸἀκούεινπολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦγινόμενον.
9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
10 Εἱστήκεισαν δὲ οἱἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ.
11 Ἐξουθενήσας δὲ αὐτὸνὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼναὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷΠιλάτῳ.
12 Ἐγένοντο δὲ φίλοι ὅ τεΠιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸςἑαυτούς.
13 Πιλάτος δὲσυγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,
14 εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίναςοὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ·
15 ἀλλ᾽ οὐδὲ Ἡρῴδης·ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ.
16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
17 Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.
18 Ἀνέκραξαν δὲπαμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖνΒαραββᾶν·
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνονβεβλημένος εἰς φυλακήν.
20 Πάλινοὖν ὁΠιλάτοςπροσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες,Σταύρωσον, σταύρωσον αὐτόν.
22 Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲναἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶνκαὶ τῶν ἀρχιερέων.
24 Ὁ δὲΠιλάτοςἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν.
25 Ἀπέλυσεδὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰςτὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοιΣίμωνός τινος Κυρηναίου ἐρχομένου ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρεινὄπισθεν τοῦ Ἰησοῦ.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳκαὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 Στραφεὶς δὲ πρὸς αὐτὰςὁ Ἰησοῦς εἶπε,
32 Ἤγοντο δὲ καὶ ἕτεροιδύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι.
33 Καὶ ὅτεἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
34 Ὁ δὲ Ἰησοῦς ἔλεγε,Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ,ἔβαλονκλῆρον.
35 Καὶεἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντεςσὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός,ὁ τοῦ Θεοῦ ἐκλεκτός.
36 Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοικαὶ ὄξος προσφέροντες αὐτῷ,
37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
38 Ἦν δὲ καὶ ἐπιγραφὴγεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶνἸουδαίων.
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν,λέγων,Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 Ἀποκριθεὶς δὲ ὁ ἕτεροςἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε.
42 Καὶ ἔλεγετῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃςἐν τῇ βασιλείᾳ σου.
43 Καὶ εἶπεν αὐτῷὁ Ἰησοῦς,
44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥραςἐνάτης.
45 Καὶ ἐσκοτίσθη ὁ ἥλιος,καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε,καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν.
47 Ἰδὼν δὲ ὁἑκατόνταρχος τὸ γενόμενον,ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
48 Καὶ πάντες οἱσυμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην,θεωροῦντες τὰ γενόμενα, τύπτοντεςἑαυτῶν τὰ στήθη ὑπέστρεφον.
49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶαὐτοῦμακρόθεν, καὶ γυναῖκες αἱσυνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—
51 οὗτος οὐκ ἦνσυγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν—ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃςκαὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ·
52 οὗτος προσελθὼν τῷΠιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
53 Καὶ καθελὼναὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεναὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦνοὐδέπω οὐδεὶς κείμενος.
54 Καὶ ἡμέρα ἦνΠαρασκευή, σάββατον ἐπέφωσκε.
55 Κατακολουθήσασαι δὲγυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαιαὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.