João 1

GRC_TCG

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.

2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.

3 Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

4 Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,

5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷἸωάννης.

7 Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾽ αὐτοῦ.

8 Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

10 Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.

11 Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

12 Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ·

13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.

14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν—καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός—πλήρης χάριτος καὶ ἀληθείας.

15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦνὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν.

16 Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.

17 Ὅτι ὁ νόμος διὰΜωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

18 Θεὸν οὐδεὶς ἑώρακε πώποτε·ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.

19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦἸωάννου, ὅτεἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶΛευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;

20 Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτιΟὐκ εἰμὶ ἐγὼ ὁ Χριστός.

21 Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν;Ἠλίας εἶ σύ; Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ.

22 Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;

23 Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.

24 Καὶοἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.

25 Καὶ ἠρώτησαν αὐτόν, καὶεἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός,οὔτε Ἠλίας, οὔτε ὁ προφήτης;

26 Ἀπεκρίθη αὐτοῖς ὁἸωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσοςδὲ ὑμῶνἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.

27 Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος,ὃς ἔμπροσθέν μου γέγονεν· οὗἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.

28 Ταῦτα ἐνΒηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦνἸωάννης βαπτίζων.

29 Τῇ ἐπαύριονβλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

30 Οὗτός ἐστιπερὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.

31 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐντῷ ὕδατι βαπτίζων.

32 Καὶ ἐμαρτύρησενἸωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνονὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.

33 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.

34 Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁυἱὸς τοῦ Θεοῦ.

35 Τῇ ἐπαύριον πάλινεἱστήκειὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·

36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.

37 Καὶ ἤκουσαναὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

38 Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς,Οἱ δὲεἶπον αὐτῷ,Ῥαββί—ὃ λέγεταιἑρμηνευόμενον, Διδάσκαλε—ποῦ μένεις;

39 Λέγει αὐτοῖς,Ἦλθον καὶεἶδον ποῦ μένει· καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην·ὥρα ἦν ὡς δεκάτη.

40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰἸωάννου καὶ ἀκολουθησάντων αὐτῷ.

41 Εὑρίσκει οὗτοςπρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸνΜεσίαν—ὅ ἐστι μεθερμηνευόμενον,Χριστός.

42 Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε,—ὃ ἑρμηνεύεται Πέτρος.

43 Τῇ ἐπαύριονἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷὁ Ἰησοῦς,

44 Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεΜωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦντὸν υἱὸντοῦ Ἰωσὴφ τὸν ἀπὸΝαζαρέτ.

46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ἘκΝαζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷΦίλιππος, Ἔρχου καὶ ἴδε.

47 Εἶδενὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ,

48 Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ,

49 ἈπεκρίθηΝαθαναὴλ καὶ λέγει αὐτῷ,Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺεἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.

50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ,

51 Καὶ λέγει αὐτῷ,

Ler em outra tradução

Comparar lado a lado