1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
2 Καὶ εἶδον ὡς θάλασσανὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκτοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦκαὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴνὑαλίνην, ἔχονταςτὰς κιθάρας τοῦ Θεοῦ.
3 Καὶ ᾄδουσι τὴν ᾠδὴνΜωϋσέωςδούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες,
5 Καὶ μετὰ ταῦτα εἶδον,καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
6 καὶἐξῆλθον οἱ ἑπτὰ ἄγγελοιοἱ ἔχοντες τὰς ἑπτὰπληγάς,οἳ ἦσαν ἐνδεδυμένοιλίνονκαθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
7 Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8 Καὶ ἐγεμίσθη ὁ ναὸςἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶςἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶνἑπτὰ ἀγγέλων.