Apocalipse 16

GRC_TCG

1 Καὶ ἤκουσαμεγάλης φωνῆςλεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετεκαὶἐκχέατε τὰςἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.

2 Καὶ ἀπῆλθεν ὁπρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦεἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸνἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺςπροσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

3 Καὶ ὁ δεύτεροςἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσαψυχὴἀπέθανεν ἐν τῇ θαλάσσῃ.

4 Καὶ ὁτρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶεἰς τὰς πηγὰς τῶν ὑδάτων, καὶἐγένετο αἷμα.

5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος,

7 Καὶἤκουσα τοῦ θυσιαστηρίου λέγοντος,

8 Καὶ ὁτέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαιἐν πυρὶ τοὺς ἀνθρώπους.

9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησανοἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντοςἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.

10 Καὶ ὁπέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη. Καὶἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,

11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

12 Καὶ ὁἕκτος ἐξέχεεναὐτοῦ τὴν φιάλην ἐπὶ τὸν ποταμὸν τὸν μέγανΕὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸἀνατολῆς ἡλίου.

13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματαἀκάθαρτα τρίαὡς βάτραχοι·

14 εἰσὶ γὰρ πνεύματαδαιμονίων ποιοῦντα σημεῖα,ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖςτῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰςτὸν πόλεμον τῆςἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.

16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ἙβραϊστὶΜαγεδών.

17 Καὶ ὁἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθε φωνὴ μεγάληἀπὸ τοῦναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε.

18 Καὶ ἐγένοντοἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶσεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗοἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.

19 Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶνἔπεσον. Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.

20 Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.

21 Καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴαὐτῆς σφόδρα.

Ler em outra tradução

Comparar lado a lado