1 Καὶ εἶδον, καὶ ἰδού,τὸ ἀρνίονἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦἀριθμὸςρμδ΄ χιλιάδες, ἔχουσαιτὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
2 Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3 Καὶᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶοὐδεὶςἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱρμδ΄ χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4 Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. Οὗτοίεἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπουἐὰνὑπάγῃ. Οὗτοιὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ.
5 Καὶοὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος, ἄμωμοιγάρεἰσι.
6 Καὶ εἶδονἄγγελονπετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιονεὐαγγελίσαιτοὺςκαθημένους ἐπὶ τῆς γῆς καὶἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7 λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸνΚύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατεαὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶτὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
8 Καὶ ἄλλοςδεύτερος ἄγγελος ἠκολούθησε λέγων,Ἔπεσε Βαβυλὼνἡ μεγάλη·ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείαςαὐτῆς πεπότικε πάντατὰ ἔθνη.
9 Καὶἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τιςπροσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνειχάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιοντῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.
11 Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶνεἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12 Ὧδεἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν,οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστινἸησοῦ.
13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦλεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι.Λέγει, Ναὶ, τὸ πνεῦμα, ἵναἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν, τὰδὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.
14 Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέληνκαθήμενον ὅμοιονυἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦναοῦ κράζων ἐνφωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτιἦλθεν ἡ ὥραθερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16 Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶτῇ νεφέλῃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
18 Καὶ ἄλλος ἄγγελοςἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου,ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησενἐν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυαςτῆς ἀμπέλου τῆς γῆς, ὅτιἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.
19 Καὶἐξέβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦτὸν μέγαν.
20 Καὶ ἐπατήθη ἡ ληνὸςἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίωνχιλίων ἑξακοσίων.