1 Καὶἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης. Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχονκέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦὀνόματα βλασφημίας—
2 καὶ τὸ θηρίον ὃ εἶδονἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡςἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην—
3 καὶμίανἐκ τῶν κεφαλῶν αὐτοῦὡσεὶ ἐσφαγμένην εἰς θάνατον. Καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.
4 Καὶ προσεκύνησαντῷ δράκοντιτῷ δεδωκότιτὴν ἐξουσίαν τῷ θηρίῳ,καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ;Τίςδυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ;
5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶβλασφημίαν, καὶ ἐδόθη αὐτῷ ἐξουσίαπόλεμον ποιῆσαι μῆναςτεσσαράκοντα δύο.
6 Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰςβλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ,τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7 Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴνκαὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8 Καὶ προσκυνήσουσιναὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,ὧν οὐ γέγραπταιτὸ ὄνομα ἐντῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίουτοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9 Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10 Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεκέρατα ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶἐποίει τὴν γῆν καὶ τοὺςἐν αὐτῇ κατοικοῦντας ἵναπροσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 Καὶ ποιεῖ σημεῖα μεγάλα,καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 Καὶ πλανᾷτοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ,ὃεἶχεπληγὴνκαὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.
15 Καὶ ἐδόθηαὐτῷπνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃὅσοιἐὰν μὴ προσκυνήσωσιτῇ εἰκόνι τοῦ θηρίουἀποκτανθῶσι.
16 Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵναδώσωσιν αὐτοῖς χαράγματα ἐπὶχειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶτὸ μέτωπον αὐτῶν,
17 καὶ ἵνα μή τιςδύναται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα,τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχωννοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν·ὁ ἀριθμὸς αὐτοῦχξϛ΄.