Apocalipse 12

GRC_TCG

1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,

2 καὶ ἐν γαστρὶ ἔχουσαἔκραζεν ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.

3 Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού, δράκωνπυρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦἑπτὰ διαδήματα.

4 Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκωνἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσηςτεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ.

5 Καὶ ἔτεκεν υἱὸνἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνηἐν ῥάβδῳ σιδηρᾷ, καὶἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶπρὸς τὸν θρόνον αὐτοῦ.

6 Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχειἐκεῖ τόπον ἡτοιμασμένονὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦπολεμῆσαι μετὰ τοῦ δράκοντος. Καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ,

8 καὶ οὐκἴσχυσεν,οὐδὲ τόποςεὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ.

9 Καὶ ἐβλήθη ὁ δράκων ὁμέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶΣατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην—ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦμετ᾽ αὐτοῦ ἐβλήθησαν.

10 Καὶ ἤκουσα φωνὴν μεγάληνἐν τῷ οὐρανῷ λέγουσαν, Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτιἐβλήθη ὁκατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶναὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.

11 Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.

12 Διὰ τοῦτο εὐφραίνεσθε,οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶτῇ γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.

13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸνἄρρενα.

14 Καὶ ἐδόθησαν τῇ γυναικὶδύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς,ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.

15 Καὶ ἔβαλεν ὁ ὄφιςἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνααὐτὴν ποταμοφόρητον ποιήσῃ.

16 Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.

17 Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίανἸησοῦ.

Ler em outra tradução

Comparar lado a lado