Tiago 3

GRC_F35

1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα.

2 Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνάμενοςχαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.

3 Ἴδε,τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸπείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.

4 Ἰδοὺ καὶ τὰ πλοῖα· τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶνἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂνἡ ὁρμὴ τοῦ ἰθύνοντοςβούληται.

5 Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγαλαυχεῖ.Ἰδού, ὀλίγονπῦρ ἡλίκην ὕλην ἀνάπτει.

6 Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας, οὕτωςἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς Γεέννης.

7 Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ.

8 Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι—ἀκατάσχετονκακόν, μεστὴ ἰοῦ θανατηφόρου.

9 Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸνκαὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾿ ὁμοίωσιν Θεοῦ γεγονότας.

10 Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου,ταῦτα οὕτως γίνεσθαι.

11 Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;

12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτωςοὐδεμία πηγὴ ἁλυκὸν καὶγλυκὺ ποιῆσαι ὕδωρ.

13 Τίςσοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.

14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθεκαὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας—

15 οὐκ ἔστιν αὕτη ἡ σοφίαἌνωθεν κατερχομένη, ἀλλ᾿ἐπίγειος, ψυχική, δαιμονιώδης.

16 Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.

17 Ἡ δὲ Ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶἀνυπόκριτος.

18 Καρπὸς δὲδικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Ler em outra tradução

Comparar lado a lado