1 Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαιςἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς Δόξης.
2 Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴνσυναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος, ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
3 καὶ ἐπιβλέψητεἐπὶ τὸν φοροῦντα τὴν λαμπρὰν ἐσθῆτακαὶ εἴπητε αὐτῷ,«Σὺ κάθου ὧδεκαλῶς,» καὶ τῷ πτωχῷ εἴπητε, «Σὺ στῆθι ἐκεῖ,» ἢ «Κάθουὧδεὑπὸ τὸ ὑποπόδιόν μου,»
4 οὐδιεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμουπλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
7 Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾿ ὑμᾶς;
8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν Γραφήν, «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν,»καλῶς ποιεῖτε·
9 εἰ δὲ προσωποληπτεῖτε,ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
10 Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει,πταίσειδὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
11 Ὁ γὰρ εἰπών, «Μὴ μοιχεύσῃς,» εἶπεν καί, «Μὴ φονεύσῃς.»Εἰ δὲ οὐ μοιχεύσεις, φονεύσειςδέ, γέγονας παραβάτης νόμου.
12 Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι
13 (ἡ γὰρ κρίσις ἀνήλεοςτῷ μὴ ποιήσαντι ἔλεος). Κατακαυχᾶταιἔλεονκρίσεως.
14 Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τιςἔχειν, ἔργα δὲ μὴ ἔχει;Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
15 Ἐὰν δὲἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν, καὶ λειπόμενοι ὦσιντῆς ἐφημέρου τροφῆς,
16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, «Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε,» μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
17 Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔργα ἔχῃ,νεκρά ἐστιν, καθ᾿ ἑαυτήν.
18 (Ἀλλ᾿ ἐρεῖ τις· «Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου ἐκτῶν ἔργων σου,κἀγὼ δείξω σοιἐκ τῶν ἔργων μου τὴν πίστιν μου.»
19 Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστιν.Καλῶς ποιεῖς. Καὶ τὰ δαιμόνια πιστεύουσιν—καὶ φρίσσουσιν.)
20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκράἐστιν;
21 Ἁβραὰμὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.
23 Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Ἐπίστευσεν δὲ Ἁβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Καὶ ‹φίλος Θεοῦ› ἐκλήθη.
24 Ὁρᾶτε τοίνυν ὅτιἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον.
25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλουςκαὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
26 Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶνἔργων νεκρά ἐστιν.