1 Πόθεν πόλεμοι καὶμάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2 Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. Οὐκ ἔχετεδιὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς.
3 Αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4 Μοιχοὶ καὶμοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς ἂνοὖνβουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
5 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ Πνεῦμα ὃ κατῴκησενἐν ἡμῖν;
6 Μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, «Ὁ Θεὸςὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.»
7 Ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητετῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾿ ὑμῶν.
8 Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9 Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτωκαὶ ἡ χαρὰ εἰς κατήφειαν.
10 Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίουκαὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ γὰρκαταλαλῶν ἀδελφοῦ καὶκρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12 Εἷς ἐστιν ὁΝομοθέτης καὶ Κριτής,ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Σὺ δὲτίς εἶ ὃς κρίνειςτὸν ἕτερον;
13 Ἄγε νῦν, οἱ λέγοντες, «Σήμερον καὶαὔριον πορευσώμεθαεἰς τήνδε τὴν πόλιν καὶ ποιήσωμενἐκεῖ ἐνιαυτὸν ἕνακαὶ ἐμπορευσώμεθακαὶ κερδήσωμεν»·
14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρἡ ζωὴ ἡμῶν;Ἀτμὶς γάρ ἐστινἡ πρὸς ὀλίγον φαινομένη, ἔπειταἀφανιζομένη.
15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, «Ἐὰν ὁ Κύριος θελήσῃ,καὶ ζήσωμενκαὶ ποιήσωμεντοῦτο ἢ ἐκεῖνο.»
16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν. Πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.