Romanos 10

GRC_F35

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡπρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστινεἰς σωτηρίαν.

2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν.

3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνηνζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι

5 —Μωσῆςγὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦνόμου, ὅτι «Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.»

6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‹Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν καταγαγεῖν)

7 «ἤ, ‹Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;› » (τοῦτ᾿ ἔστιν, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν).

8 Ἀλλὰ τί λέγει; «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου» (τοῦτ᾿ ἔστιν, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν)·

9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, «Κύριον Ἰησοῦν,» καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρενἐκ νεκρῶν, σωθήσῃ.

10 Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

11 Λέγει γὰρ ἡ Γραφή·«Πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται»·

12 οὐ γὰρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·

13 «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.»

14 Πῶς οὖν ἐπικαλέσονταιεἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσινοὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσινχωρὶς κηρύσσοντος;

15 Πῶς δὲ κηρύξουσινἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην,τῶν εὐαγγελιζομένων τὰἀγαθά.»

16 (Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;»)

17 Ἄραἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.

18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.»

19 Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ;Πρῶτος Μωσῆςλέγει· «Ἐγὼ παραζηλώσωὑμᾶς ἐπ᾿ οὐκ ἔθνει,ἐπὶἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.»

20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθηντοῖς ἐμὲ μὴζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.»

21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.»

Ler em outra tradução

Comparar lado a lado