Romanos 9

GRC_F35

1 Ἀλήθειαν λέγω ἐν Χριστῷ—οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ—

2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτοςὀδύνη τῇ καρδίᾳ μου.

3 Εὐχόμηνγὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναιἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα,

4 οἵτινές εἰσιν Ἰσραηλῖται· ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι·

5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστός (τὸ κατὰ σάρκα), ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ·

7 οὐδ᾿ ὅτι εἰσὶν σπέρμα Ἁβραάμ, πάντες τέκνα· ἀλλ᾿, «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.»

8 Τοῦτ᾿ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.

9 Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.»

10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν

11 (μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν,ἵνα ἡ κατ᾿ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦμένῃ, οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦντος),

12 ἐρρέθηαὐτῇ ὅτι «Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.»

13 Καθὼς γέγραπται· «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦἐμίσησα.»

14 Τί οὖν ἐροῦμεν, μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο.

15 Τῷ γὰρ Μωϋσῇ,λέγει· «Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσωὃν ἂν οἰκτείρω.»

16 Ἄρα οὖν, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντοςΘεοῦ.

17 Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ ὅτι «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαιἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇτὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.»

18 Ἄρα οὖν, ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.

19 Ἐρεῖς οὖν μοι,«Τίἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;»

20 Μενοῦνγε, ὦ ἄνθρωπε,σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, «Τί με ἐποίησας οὕτως;»

21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;

22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,

23 καὶ ἵνα γνωρίσῃτὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,

24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;

25 Ὡς καὶ ἐν τῷ Ὠσηὲλέγει· «Καλέσω τὸν οὐ ‹λαόν μου› λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ‹ἠγαπημένην.› »

26 «Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθηαὐτοῖς, ‹Οὐ λαός μου ὑμεῖς,› ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.»

27 Ἡσαΐαςδὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμασωθήσεται·

28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένονποιήσει Κύριος ἐπὶ τῆς γῆς.»

29 Καὶκαθὼς προείρηκεν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπενἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.»

30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·

31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνηςοὐκ ἔφθασεν.

32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου.Προσέκοψαν γὰρτῷ λίθῳ τοῦ προσκόμματος·

33 καθὼς γέγραπται· «Ἰδοὺτίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶςὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.»

Ler em outra tradução

Comparar lado a lado