Romanos 11

GRC_F35

1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν.

2 Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳτί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων·

3 «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶτὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.»

4 Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; «Κατέλιπονἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.»

5 Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν.

6 Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.

7 Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτουοὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν.

8 Καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.»

9 Καὶ Δαυὶδ λέγει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς.

10 Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»

11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλά, τῷ αὐτῶν παραπτώματι ἡ σωτηρίατοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.

12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;

13 Ὑμῖν γὰρλέγω τοῖς ἔθνεσιν (ἐφ᾿ ὅσονμένεἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω),

14 εἴ πωςπαραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.

15 Εἰγὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψιςεἰ μὴ ζωὴ ἐκ νεκρῶν;

16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.

17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δέ, ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶτῆς πιότητος τῆς ἐλαίας ἐγένου,

18 μὴ κατακαυχῶ τῶν κλάδων (εἰ δὲ κατακαυχᾶσαι—οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ἡ ῥίζα σέ).

19 Ἐρεῖς οὖν, «Ἐξεκλάσθησανκλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.»

20 Καλῶς. Τῇ ἀπιστίᾳἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει,ἀλλὰ φοβοῦ.

21 Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πωςοὐδὲ σοῦ φείσεται.

22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν·ἐπὶ δὲ σέ, χρηστότητα,ἐὰν ἐπιμείνῃςτῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.

23 Καὶ ἐκεῖνοιδέ, ἐὰν μὴ ἐπιμείνωσιντῇ ἀπιστίᾳ,ἐγκεντρισθήσονται, δυνατὸς γὰρ ὁ Θεός ἐστινπάλιν ἐγκεντρίσαι αὐτούς.

24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;

25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο (ἵνα μὴ ἦτε παρ᾿ἑαυτοῖς φρόνιμοι)·ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ.

26 Καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, καὶἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ·

27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.»

28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.

29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.

30 Ὥσπερ γὰρ καὶὑμεῖς ποτεἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,

31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶἐλεηθῶσιν.

32 Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.

33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητατὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

34 «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;»

35 Ἢ «Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;»

36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ler em outra tradução

Comparar lado a lado