Mateus 21

GRC_F35

1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ,πρὸςτὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ὁἸησοῦς ἀπέστειλεν δύο μαθητάς,

2 λέγων αὐτοῖς· «Πορεύθητεεἰς τὴν κώμην τὴν ἀπέναντιὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην,καὶ πῶλον μετ᾿ αὐτῆς. Λύσαντες ἀγάγετέ μοι.

3 Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ‹Ὁ Κύριος αὐτῶν χρείαν ἔχει›· εὐθέωςδὲ ἀποστέλλειαὐτούς.»

4 Τοῦτο δὲ ὅλονγέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος·

5 «Εἴπατε τῇ θυγατρὶ Σιών, ‹Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶπῶλον, υἱὸν ὑποζυγίου.› »

6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεναὐτοῖς ὁ Ἰησοῦς,

7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. Καὶ ἐπέθηκαν ἐπάνωαὐτῶν τὰ ἱμάτια αὐτῶν,καὶ ἐπεκάθισενἐπάνω αὐτῶν.

8 Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν αὐτῶντὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.

9 Οἱ δὲ ὄχλοι οἱ προάγοντεςκαὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.»

10 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, «Τίς ἐστιν οὗτος;»

11 Οἱ δὲ ὄχλοι ἔλεγον, «Οὗτός ἐστιν Ἰησοῦς, ὁ προφήτηςὁ ἀπὸ Ναζαρὲττῆς Γαλιλαίας.»

12 Καὶ εἰσῆλθεν ὁἸησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦκαὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.

13 Καὶ λέγει αὐτοῖς, «Γέγραπται, ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται,› ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε‹σπήλαιον λῃστῶν.› »

14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.

15 Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδαςκράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, «Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ,» ἠγανάκτησαν

16 καὶ εἶποναὐτῷ, «Ἀκούεις τί οὗτοι λέγουσιν;» Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· «Ναί. Οὐδέποτε ἀνέγνωτε ὅτι ‹Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον›;»

17 Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.

18 Πρωΐαςδέ, ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασεν.

19 Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾿ αὐτὴν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον. Καὶ λέγει αὐτῇ, «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.» Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.

20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, «Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ.»

21 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› γενήσεται.

22 Καὶ πάντα ὅσα ἐὰναἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήψεσθε.»

23 Καὶ ἐλθόντι αὐτῷεἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» καὶ «Τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;»

24 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·

25 Τὸ βάπτισμαἸωάννου—πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;» Οἱ δὲ διελογίζοντο παρ᾿ἑαυτοῖς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ ἡμῖν, ‹Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;›

26 Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην.»

27 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον,«Οὐκ οἴδαμεν.» Ἔφη αὐτοῖς καὶ αὐτός, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

28 »Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπός τιςεἶχεν τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, ‹Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.›

29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Οὐ θέλω› (ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν).

30 Καὶ προσελθὼντῷ ἑτέρῳεἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἐγώ, κύριε›· καὶ οὐκ ἀπῆλθεν.

31 Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός;» Λέγουσιν αὐτῷ,«Ὁ πρῶτος.» Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

32 Ἦλθεν γὰρ πρὸς ὑμᾶς Ἰωάννηςἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐμετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

33 »Ἄλλην παραβολὴν ἀκούσατε· Ἄνθρωπός τιςἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον. Καὶ ἐξέδοτοαὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.

34 Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.

35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ—ὃν μὲν ἔδηραν,ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.

36 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.

37 Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, ‹Ἐντραπήσονται τὸν υἱόν μου.›

38 Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεντὴν κληρονομίαν αὐτοῦ.›

39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλονἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.

40 Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;»

41 Λέγουσιν αὐτῷ· «Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεταιἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.»

42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›;

43 Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

44 Καί, ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.»

45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει.

46 Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡςπροφήτην αὐτὸν εἶχον.

Ler em outra tradução

Comparar lado a lado