1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς,λέγων·
2 «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
3 Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα·οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» ›
5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον—ὁμὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁδὲ εἰςτὴν ἐμπορίαν αὐτοῦ.
6 Οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
7 Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνοςὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
8 »Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ‹Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
9 Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂνεὕρητε καλέσατε εἰς τοὺς γάμους.›
10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσουςεὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου.
12 Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;› Ὁ δὲ ἐφιμώθη.
13 Τότε εἶπεν ὁ βασιλεὺςτοῖς διακόνοις, ‹Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας,ἄρατε αὐτὸν καὶἐκβάλετεεἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν, μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλεισοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
17 Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;»
18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· «Τί με πειράζετε, ὑποκριταί;
19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Οἱ δὲ προσήνεγκαναὐτῷ δηνάριον.
20 Καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;»
21 Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»
22 Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱλέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν,
24 λέγοντες· «Διδάσκαλε, Μωσῆςεἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
25 Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος γαμήσαςἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.
26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
27 Ὕστερον δὲ πάντων ἀπέθανεν καὶἡ γυνή.
28 Ἐν τῇ οὖν ἀναστάσειτίνος τῶν ἑπτὰ ἔσταιγυνή; Πάντες γὰρ ἔσχον αὐτήν.»
29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται,ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦἐνοὐρανῷ εἰσιν.
31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος,
32 ‹Ἐγώ εἰμι ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; Οὐκ ἔστιν ὁ ΘεὸςΘεὸς νεκρῶν ἀλλὰ ζώντων.»
33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός,πειράζων αὐτόν, καὶ λέγων,
36 «Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;»
37 Ὁ δὲ Ἰησοῦςἔφηαὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇκαρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.›
38 Αὕτη ἐστὶν πρώτη καὶ μεγάληἐντολή.
39 Δευτέρα δὲ ὁμοία αὕτη,‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.›
40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ Νόμος καὶ οἱ Προφῆται κρέμανται.»
41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς,
42 λέγων, «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος υἱός ἐστιν;» Λέγουσιν αὐτῷ, «Τοῦ Δαυίδ.»
43 Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ,λέγων,
44 ‹Εἶπεν ὁΚύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιοντῶν ποδῶν σου» ›;
45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν ‹Κύριον,› πῶς υἱὸς αὐτοῦ ἐστιν;»
46 Καὶ οὐδεὶς ἐδύνατοἀποκριθῆναι αὐτῷλόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαιαὐτὸν οὐκέτι.