Mateus 20

GRC_F35

1 »Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.

2 Καὶ συμφωνήσαςμετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.

3 Καὶ ἐξελθὼν περὶτρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς.

4 Καὶ ἐκείνοιςεἶπεν, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.› Οἱ δὲ ἀπῆλθον.

5 Πάλινἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτηνὥραν ἐποίησεν ὡσαύτως.

6 Περὶ δὲ τὴν ἑνδεκάτην ὥρανἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς,καὶ λέγει αὐτοῖς, ‹Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;›

7 Λέγουσιν αὐτῷ, ‹Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.› Λέγει αὐτοῖς, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.›

8 Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‹Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.›

9 Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.

10 Ἐλθόντες δὲοἱ πρῶτοι ἐνόμισαν ὅτι πλείοναλήψονται·καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον.

11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου,

12 λέγοντες ὅτι‹Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.›

13 Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν·‹Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι;

14 Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.

15 Ἢοὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλωἐν τοῖς ἐμοῖς; Εἰὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;›

16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»

17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰςκατ᾿ ἰδίαν ἐν τῇ ὁδῷ καὶεἶπεν αὐτοῖς·

18 «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,

19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.»

20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿αὐτοῦ.

21 Ὁ δὲ εἶπεν αὐτῇ, «Τί θέλεις;» Λέγει αὐτῷ, «Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμωνσουἐν τῇ βασιλείᾳ σου.»

22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢτὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;»Λέγουσιν αὐτῷ, «Δυνάμεθα.»

23 Καὶλέγει αὐτοῖς· «Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μουοὐκ ἔστιν ἐμὸνδοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.»

24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.

25 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· «Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν·

26 οὐχ οὕτως δὲἔσταιὑμῖν. Ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσταιὑμῶν διάκονος,

27 καὶ ὃς ἐὰνθέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσταιὑμῶν δοῦλος·

28 ὥσπερ ὁ Υἱὸς τοῦ Ἀνθρώπου—οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.»

29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.

30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε,Υἱὸς Δαυίδ.»

31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν, οἱ δὲ μεῖζον ἔκραζον,λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.»

32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, «Τί θέλετε ποιήσω ὑμῖν;»

33 Λέγουσιν αὐτῷ, «Κύριε, ἵνα ἀνοιχθῶσινἡμῶν οἱ ὀφθαλμοί.»

34 Σπλαγχνισθεὶςδὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν,καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί,καὶ ἠκολούθησαν αὐτῷ.

Ler em outra tradução

Comparar lado a lado