1 Καὶ ἔλεγεν αὐτοῖς, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότωνοἵτινες οὐ μὴ γεύσωνταιθανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.»
2 Καὶ μεθ᾿ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸνἸάκωβον καὶ τὸνἸωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν·
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετοστίλβοντα, λευκὰ λίαν, ὡς χιών,οἷα κναφεὺςἐπὶ τῆς γῆς οὐ δύναταιλευκᾶναι.
4 Καὶ ὤφθη αὐτοῖς Ἠλίας, σὺν Μωϋσῇ,καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
5 Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, «Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς·σοὶ μίαν καὶ Μωσεῖμίαν καὶ Ἠλίᾳ μίαν.»
6 (Οὐ γὰρ ᾔδει τί λαλήσει,ἦσαν γὰρ ἔκφοβοι.)
7 Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθενΦωνὴ ἐκ τῆς νεφέλης·«Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός. Αὐτοῦ ἀκούετε.»
8 Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον ἀλλὰτὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν.
9 Καταβαινόντων δὲαὐτῶν ἀπὸτοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον,εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11 Καὶ ἐπηρώτων αὐτόν, λέγοντες, «Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;»
12 Ὁ δὲ ἀποκριθεὶς εἶπεναὐτοῖς· «Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷπάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ.
13 Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ ‹Ἠλίας› ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν»(καθὼς γέγραπται ἐπ᾿ αὐτόν).
14 Καὶ ἐλθὼνπρὸς τοὺς μαθητάς, εἶδενὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.
15 Καὶ εὐθέωςπᾶς ὁ ὄχλος ἰδὼναὐτὸν ἐξεθαμβήθη,καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 Καὶ ἐπηρώτησεν τοὺς γραμματεῖς,«Τί συζητεῖτε πρὸς αὐτούς;»
17 Καὶ ἀποκριθεὶςεἷς ἐκ τοῦ ὄχλου εἶπεν·«Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
18 Καὶ ὅπου ἂναὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ,καὶ ξηραίνεται. Καὶ εἶποντοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.»
19 Ὁ δὲ ἀποκριθεὶς αὐτῷλέγει·«Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.»
20 Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὸναὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεναὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο, ἀφρίζων.
21 Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, «Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ;» Ὁ δὲ εἶπεν·«Παιδιόθεν.
22 Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρἔβαλεν καὶ εἰς ὕδαταἵνα ἀπολέσῃ αὐτόν. Ἀλλ᾿ εἴ τι δύνασαι,βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.»
23 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Τὸ εἰ δύνασαιπιστεῦσαι·πάντα δυνατὰ τῷ πιστεύοντι.»
24 Καὶ εὐθέωςκράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων,ἔλεγεν, «Πιστεύω, Κύριε·βοήθει μου τῇ ἀπιστίᾳ.»
25 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὁὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, «Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,ἐγώ σοι ἐπιτάσσω,ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.»
26 Καὶ κράξανκαὶ πολλὰ σπαράξαναὐτὸνἐξῆλθεν. Καὶ ἐγένετο ὡσεὶ νεκρός· ὥστεπολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸςἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 Καὶ εἰσελθόντα αὐτὸνεἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν,«Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;»
29 Καὶ εἶπεν αὐτοῖς, «Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.»
30 Καὶ ἐκεῖθενἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ·
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι, «Ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳἀναστήσεται.»
32 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶ ἦλθενεἰς Καπερναούμ·καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, «Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺςδιελογίζεσθε;»
34 Οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
35 Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, «Εἴ τις θέλει πρῶτος εἶναι, ἔσταιπάντων ἔσχατος καὶ πάντων διάκονος.»
36 Καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς,
37 «Ὃς ἐὰνἓν τῶν τοιούτων παιδίωνδέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰνἐμὲ δέξηται,οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.»
38 Ἀπεκρίθη δὲαὐτῷ ὁἸωάννης, λέγων,«Διδάσκαλε, εἴδομέν τινατῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν·καὶ ἐκωλύσαμεναὐτόν, ὅτι οὐκ ἀκολουθεῖἡμῖν.»
39 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
40 Ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ὑμῶν,ὑπὲρ ὑμῶνἐστιν.
41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐνὀνόματί μου,ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν,οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42 »Καὶ ὃς ἐὰνσκανδαλίσῃ ἕνα τῶν μικρῶντῶν πιστευόντων εἰς ἐμέ,καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸςπερὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοί ἐστινκυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖνἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον
44 —ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›
45 Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σοιεἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον
46 —ὅπου ‹ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›
47 Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοίἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ ἢδύο ὀφθαλμοὺς ἔχοντα βληθῆναιεἰς τὴν Γέενναν τοῦ πυρός
48 —ὅπου ‹ὁ σκώληξοὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.›
49 »Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.
50 Καλὸν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας,καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.»