1 Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλουὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος ὁ Ἰησοῦςτοὺς μαθητὰς αὐτοῦλέγει αὐτοῖς·
2 «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖςπροσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
3 Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστιςεἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰραὐτῶνμακρόθεν ἥκουσιν.»
4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,«Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας;»
5 Καὶ ἐπηρώτααὐτούς, «Πόσους ἔχετε ἄρτους;» Οἱ δὲ εἶπον,«Ἑπτά.»
6 Καὶ παρήγγειλεντῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶεὐχαριστήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν,καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσαςεἶπεν παραθεῖναι καὶ αὐτά.
8 Ἔφαγον δὲκαὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 Ἦσαν δὲ οἱ φαγόντεςὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 Καὶ εὐθέως ἐμβὰςεἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· «Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ;Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.»
13 Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλινεἰς πλοῖονἀπῆλθεν εἰς τὸ πέραν.
14 (Καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦλαβεῖν ἄρτους· καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ.)
15 Καὶ διεστέλλετο αὐτοῖς, λέγων, «Ὁρᾶτε· βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.»
16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντεςὅτι «Ἄρτους οὐκ ἔχομεν.»
17 Καὶ γνοὺς ὁ Ἰησοῦςλέγει αὐτοῖς· «Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε οὐδὲ συνίετε; Ἔτιπεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε, καὶ οὐ μνημονεύετε;
19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους,πόσους κοφίνους πλήρεις κλασμάτωνἤρατε;» Λέγουσιν αὐτῷ, «Δώδεκα.»
20 «Ὅτε δὲτοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;» Οἱ δὲ εἶπον,«Ἑπτά.»
21 Καὶ λέγειαὐτοῖς, «Πῶς οὔπωσυνίετε;»
22 Καὶ ἔρχεταιεἰς Βηθσαϊδάν·καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεναὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 Καὶ ἀναβλέψας ἔλεγεν, «Βλέπω τοὺς ἀνθρώπους ὅτιὡς δένδρα ὁρῶ,περιπατοῦντας.»
25 Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι·καὶ ἀποκατεστάθηκαὶ ἐνέβλεψεντηλαυγῶς ἅπαντας.
26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸνοἶκον αὐτοῦ, λέγων, «Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.»
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;»
28 Οἱ δὲ ἀπεκρίθησαν,«Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνατῶν προφητῶν.»
29 Καὶ αὐτὸς λέγει αὐτοῖς,«Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲὁ Πέτρος λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός.»
30 Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸτῶν πρεσβυτέρων καὶ τῶνἀρχιερέων καὶ τῶνγραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι.
32 Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτροςἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 Ὁ δέ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷΠέτρῳ, λέγων·«Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.»
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· «Ὅστιςθέλει ὀπίσω μου ἀκολουθεῖν,ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
35 Ὃς γὰρ ἂνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃτὴν ψυχὴν αὐτοῦἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτοςσώσει αὐτήν.
36 Τί γὰρ ὠφελήσειἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον,καὶ ζημιωθῇτὴν ψυχὴν αὐτοῦ;
37 Ἢ τί δώσειἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 Ὃς γὰρ ἐὰνἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.»