Marcos 7

GRC_F35

1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων.

2 Καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦκοιναῖς χερσίν—τοῦτ᾿ ἔστιν, ἀνίπτοις—ἐσθίονταςἄρτους,ἐμέμψαντο.

3 (Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων.

4 Καὶ ἀπὸἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται,οὐκ ἐσθίουσιν. Καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν—βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείωνκαὶ κλινῶν.)

5 Ἔπειταἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, «Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσινκατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰἀνίπτοιςχερσὶν ἐσθίουσιν τὸν ἄρτον;»

6 Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτοῖς ὅτι«Καλῶς προεφήτευσενἩσαΐαςπερὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται·‹Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ.

7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.›

8 Ἀφέντες γὰρτὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων—βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.»

9 Καὶ ἔλεγεν αὐτοῖς· «Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.

10 Μωσῆςγὰρ εἶπεν, ‹Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου› καί, ‹Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.›

11 Ὑμεῖς δὲ λέγετε ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, ‹Κορβᾶν› (ὅ ἐστιν, δῶρον) ‹ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,›

12 καὶοὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦἢ τῇ μητρὶ αὐτοῦ,

13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσειὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.»

14 Καὶ προσκαλεσάμενος πάντατὸν ὄχλον ἔλεγεν αὐτοῖς· «Ἀκούετέμου πάντες, καὶ συνίετε·

15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτὸν κοινῶσαι·ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾿ αὐτοῦ, ἐκεῖνάἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.

16 Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.»

17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς.

18 Καὶ λέγει αὐτοῖς· «Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐνοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,

19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζονπάντα τὰ βρώματα;»

20 Ἔλεγεν δὲ ὅτι «Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.

21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων, οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται—μοιχεῖαι, πορνεῖαι, φόνοι,

22 κλοπαί,πλεονεξίαι, πονηρίαι· δόλος, ἀσέλγεια,ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη—

23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.»

24 Καὶ ἐκεῖθενἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόριαΤύρου καὶ Σιδῶνος.Καὶ εἰσελθὼν εἰςοἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.

25 Ἀκούσασα γὰργυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆςπνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ.

26 Ἦν δὲ ἡ γυνὴἙλληνίς, Συρα-Φοινίκισσατῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃἐκ τῆς θυγατρὸς αὐτῆς.

27 Ὁ δὲ Ἰησοῦς εἶπεναὐτῇ, «Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστινλαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.»

28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, «Ναί,Κύριε, καὶ γὰρτὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίειἀπὸ τῶν ψιχίων τῶν παιδίων.»

29 Καὶ εἶπεν αὐτῇ, «Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.»

30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθὸς καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.

31 Καὶ πάλιν, ἐξελθὼν ὁ Ἰησοῦςἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθενπρὸςτὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.

32 Καὶ φέρουσιν αὐτῷ κωφὸνμογγιλάλονκαὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.

33 Καὶ ἀπολαβόμενοςαὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ· καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ.

34 Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, «Ἐφφαθά,» ὅ ἐστιν, «Διανοίχθητι.»

35 Καὶ εὐθέωςδιηνοίχθησαναὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.

36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν·ὅσον δὲ αὐτὸςαὐτοῖς διεστέλλετο,μᾶλλον περισσότερον ἐκήρυσσον.

37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες· «Καλῶς πάντα πεποίηκεν. Καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺςἀλάλους λαλεῖν.»

Ler em outra tradução

Comparar lado a lado