Marcos 6

GRC_F35

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθενεἰς τὴν πατρίδα αὐτοῦ,καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

2 Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν.Καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες· «Πόθεν τούτῳ ταῦτα;» καί, «Τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ;»καί,«Δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται.

3 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸςΜαρίας, ἀδελφὸς δὲἸακώβου καὶ Ἰωσῆκαὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;» Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.

4 Ἔλεγεν δὲαὐτοῖς ὁ Ἰησοῦς ὅτι «Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσινκαὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.»

5 Καὶ οὐκ ἠδύνατοἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι,εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν.

6 Καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ, διδάσκων.

7 Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.

8 Καὶ παρήγγειλεναὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον—μὴ πήραν, μὴ ἄρτον,μὴ εἰς τὴν ζώνην χαλκόν—

9 ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθεδύο χιτῶνας.

10 Καὶ ἔλεγεν αὐτοῖς· «Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.

11 Καὶ ὅσοιἐὰνμὴδέξωνταιὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.»

12 Καὶ ἐξελθόντες ἐκήρυσσονἵνα μετανοήσωσιν,

13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον,καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγενὅτι «Ἰωάννης ὁ βαπτίζωνἐκ νεκρῶν ἠγέρθη,καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.»

15 Ἄλλοιἔλεγον ὅτι «Ἠλίας ἐστίν.» Ἄλλοι δὲ ἔλεγον ὅτι «Προφήτης ἐστὶν ὡςεἷς τῶν προφητῶν.»

16 Ἀκούσας δὲ ὁἩρῴδης εἶπενὅτι«Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸςἠγέρθη ἐκ νεκρῶν.»

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ,διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ὅτι αὐτὴν ἐγάμησεν

18 —ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι «Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.»

19 Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο,

20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν. Καὶ ἀκούωναὐτοῦ πολλὰ ἐποίει,καὶ ἡδέως αὐτοῦ ἤκουεν.

21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίειτοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας.

22 Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆςἩρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσηςτῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, «Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί.»

23 Καὶ ὤμοσεν αὐτῇὅτι «Ὃἐάν μεαἰτήσῃς δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.»

24 Ἡ δὲἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, «Τί αἰτήσομαι;»Ἡ δὲ εἶπεν, «Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.»

25 Καὶ εἰσελθοῦσα εὐθέωςμετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο, λέγουσα, «Θέλω ἵνα μοι δῷς ἐξαυτῆςἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.»

26 Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους, καὶ τοὺς συνανακειμένους,οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.

27 Καὶ εὐθέωςἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωραἐπέταξεν ἐνεχθῆναιτὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ

28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.

29 Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐνμνημείῳ.

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.

31 Καὶ εἶπεναὐτοῖς, «Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθεὀλίγον»· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.

32 Καὶ ἀπῆλθονεἰς ἔρημον τόπον τῷ πλοίῳκατ᾿ ἰδίαν.

33 Καὶ εἶδον αὐτοὺς ὑπάγονταςκαὶ ἐπέγνωσαν αὐτοὺςπολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν.

34 Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦςπολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς,ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.

35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσινὅτι «Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή.

36 Ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.»

37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Καὶ λέγουσιν αὐτῷ, «Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίωνἄρτους καὶ δῶμεναὐτοῖς φαγεῖν;»

38 Ὁ δὲ λέγει αὐτοῖς· «Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶἴδετε.» Καὶ γνόντες λέγουσιν, «Πέντε, καὶ δύο ἰχθύας.»

39 Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναιπάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.

40 Καὶ ἀνέπεσονπρασιαὶ πρασιαὶ ἀνὰἑκατὸν καὶ ἀνὰ πεντήκοντα.

41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ,ἵνα παραθῶσιναὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.

42 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν.

43 Καὶ ἦραν κλασμάτωνδώδεκα κοφίνους πλήρεις,καὶ ἀπὸ τῶν ἰχθύων.

44 Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτουςπεντακισχίλιοι ἄνδρες.

45 Καὶ εὐθέωςἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν, πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσειτὸν ὄχλον.

46 Καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης· καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.

48 Καὶ εἶδεναὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς. Καὶπερὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς·

49 οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης,ἔδοξαν φάντασμα εἶναι,καὶ ἀνέκραξαν·

50 πάντες γὰρ αὐτὸν εἶδονκαὶ ἐταράχθησαν. Καὶ εὐθέωςἐλάλησεν μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.»

51 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον,καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐκ περισσοῦἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον.

52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις—ἦν γὰραὐτῶν ἡ καρδίαπεπωρωμένη.

53 Καὶ διαπεράσαντες, ἦλθονἐπὶ τὴν γῆνΓενησαρὲτκαὶ προσωρμίσθησαν.

54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέωςἐπιγνόντες αὐτόν,

55 περιδραμόντεςὅλην τὴν περίχωρονἐκείνηνἤρξαντο ἐπὶ τοῖς κραββάτοιςτοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖἐστιν.

56 Καὶ ὅπου ἂν εἰσεπορεύετο—εἰς κώμας ἢπόλεις ἢἀγρούς—ἐν ταῖς ἀγοραῖς ἐτίθουντοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντοαὐτοῦ ἐσῴζοντο.

Ler em outra tradução

Comparar lado a lado