1 Κἀκεῖθενἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, διὰ τοῦπέραν τοῦ Ἰορδάνου. Καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
2 Καὶ προσελθόντεςΦαρισαῖοι ἐπηρώτησαναὐτόν, «Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;» πειράζοντες αὐτόν.
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Τί ὑμῖν ἐνετείλατο Μωσῆς;»
4 Οἱ δὲ εἶπον, «Μωσῆς ἐπέτρεψενβιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.»
5 Καὶ ἀποκριθεὶς ὁἸησοῦς εἶπεν αὐτοῖς· «Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
6 Ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός.,
7 ‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.›
8 Ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία.
9 Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.»
10 Καὶ ἐν τῇ οἰκίαπάλιν οἱ μαθηταὶ αὐτοῦπερὶ τοῦ αὐτοῦἐπηρώτησαναὐτόν.
11 Καὶ λέγει αὐτοῖς, «Ὃς ἐὰνἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ᾿ αὐτήν·
12 καὶ ἐὰν γυνὴ ἀπολύσῃτὸν ἄνδρα αὐτῆςκαὶ γαμηθῇ ἄλλῳ,μοιχᾶται.»
13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν·οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.
14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με·μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
15 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰνμὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»
16 Καὶ ἐναγκαλισάμενος αὐτά, τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά, εὐλόγει αὐτά.
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν,προσδραμών τιςκαὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, «Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;»
18 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.
19 Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς,Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς,Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.»
20 Ὁ δὲ ἀποκριθεὶς εἶπεναὐτῷ, «Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.»
21 Ὁ δὲ Ἰησοῦς, ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ·«Ἕν σοιὑστερεῖ·ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ἄρας τὸν σταυρόν.»
22 Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται.»
24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· «Τέκνα, πῶς δύσκολόν ἐστιν τοὺς πεποιθότας ἐπὶ χρήμασινεἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
25 Εὐκοπώτερόν γὰρἐστιν κάμηλον διὰτρυμαλιᾶς τῆςῥαφίδος εἰσελθεῖνἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.»
26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς, «Καὶ τίς δύναται σωθῆναι;»
27 Ἐμβλέψας δὲαὐτοῖς ὁ Ἰησοῦς λέγει, «Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰΘεῷ· πάντα γὰρ δυνατά ἐστινπαρὰ τῷ Θεῷ.»
28 Ἤρξατο δὲὁ Πέτρος λέγειν αὐτῷ,«Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμένσοι.»
29 Ἀποκριθεὶς δὲὁ Ἰησοῦς εἶπεν·«Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέραἢ γυναῖκαἢ τέκνα ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεντοῦ εὐαγγελίου,
30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα, νῦν ἐν τῷ καιρῷ τούτῳ—οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρακαὶ τέκνα καὶ ἀγρούς (μετὰ διωγμῶν)—καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶἔσχατοι πρῶτοι.»
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺςὁ Ἰησοῦς· καὶ ἐθαμβοῦντο, καὶἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
33 ὅτι «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν·καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν·
34 καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ,καὶ ἀποκτενοῦσιν αὐτόν.Καὶ τῇ τρίτῃ ἡμέρᾳἀναστήσεται.»
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱυἱοὶ Ζεβεδαίου, λέγοντες,«Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμενποιήσῃς ἡμῖν.»
36 Ὁ δὲ εἶπεν αὐτοῖς, «Τί θέλετε ποιῆσαί μεὑμῖν;»
37 Οἱ δὲ εἶποναὐτῷ, «Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σουκαὶ εἷς ἐξ εὐωνύμων σουκαθίσωμεν ἐν τῇ δόξῃ σου.»
38 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶτὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;»
39 Οἱ δὲ εἶποναὐτῷ, «Δυνάμεθα.» Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τὸ μὲνποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶἐξ εὐωνύμων μουοὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.»
41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺςλέγει αὐτοῖς· «Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
43 Οὐχ οὕτως δὲ ἔσταιἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰνθέλῃ γενέσθαι μέγαςἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
44 καὶ ὃς ἐὰνθέλῃ ὑμῶν γενέσθαιπρῶτος, ἔσται πάντων δοῦλος.
45 Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.»
46 Καὶ ἔρχονται εἰς Ἱεριχώ.Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ,υἱὸς Τιμαίου, Βαρτιμαῖος ὁτυφλός, ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
47 Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν,ἤρξατο κράζειν καὶ λέγειν, «Ὁ υἱὸςΔαυίδ, Ἰησοῦ, ἐλέησόν με.»
48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ, ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.»
49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν αὐτὸν φωνηθῆναι.Καὶ φωνοῦσιν τὸν τυφλόν, λέγοντες αὐτῷ, «Θάρσει, ἔγειραι,φωνεῖ σε.»
50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰςἦλθεν πρὸς τὸν Ἰησοῦν.
51 Καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς,«Τί θέλεις ποιήσω σοί;»Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, «Ῥαβουνί,ἵνα ἀναβλέψω.»
52 Ὁ δὲἸησοῦς εἶπεν αὐτῷ, «Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε.» Καὶ εὐθέωςἀνέβλεψεν, καὶ ἠκολούθησεντῷ Ἰησοῦἐν τῇ ὁδῷ.