1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ,εἰς Βηθσφαγῆκαὶ Βηθανίαν, πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2 καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ εὐθέωςεἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπωνκεκάθικεν. Λύσαντες αὐτὸν ἀγάγετε.
3 Καὶ ἐάν τις ὑμῖν εἴπῃ, ‹Τί ποιεῖτε τοῦτο;› εἴπατε ὅτι‹Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει,› καὶ εὐθέωςαὐτὸν ἀποστέλλειὧδε.»
4 Ἀπῆλθον δὲκαὶ εὗρον τὸνπῶλον δεδεμένον πρὸς τὴνθύραν, ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5 Καί τινες τῶν ἐκεῖ ἑστώτωνἔλεγον αὐτοῖς, «Τί ποιεῖτε, λύοντες τὸν πῶλον;»
6 Οἱ δὲ εἶποναὐτοῖς καθὼς ἐνετείλατοὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7 Καὶ ἤγαγοντὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπέβαλοναὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾿ αὐτῷ.
8 Πολλοὶ δὲτὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδαςἔκοπτονἐκ τῶν δένδρωνκαὶ ἐστρώννυον εἰς τὴν ὁδόν.
9 Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες·«Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.»
10 «Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίουτοῦ πατρὸς ἡμῶν Δαυίδ.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.»
11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶεἰς τὸ ἱερόν. Καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 Καὶ τῇ ἐπαύριον, ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν.
13 Καὶ ἰδὼν συκῆνμακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα εὑρήσει τιἐν αὐτῇ. Καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, οὐ γὰρ ἦν καιρὸςσύκων.
14 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτῇ, «Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶναμηδεὶς καρπὸν φάγῃ.»Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15 Καὶ ἔρχονταιεἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν ὁ Ἰησοῦςεἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν.
16 Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
17 Καὶ ἐδίδασκεν λέγωναὐτοῖς· «Οὐ γέγραπται ὅτι ‹Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν›; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸνσπήλαιον λῃστῶν.»
18 Καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς,καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν·ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶςὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 Καὶ ὅτεὀψὲ ἐγένετο, ἐξεπορεύετοἔξω τῆς πόλεως.
20 Καὶ πρωῒ παραπορευόμενοι,εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· «Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.»
22 Καὶ ἀποκριθεὶς ὁἸησοῦς λέγει αὐτοῖς· «Ἔχετε πίστιν Θεοῦ.
23 Ἀμὴν γὰρλέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ‹Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,› καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύσῃὅτι ἃ λέγειγίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
24 Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂνπροσευχόμενοιαἰτῆσθε,πιστεύετε ὅτι λαμβάνετε,καὶ ἔσται ὑμῖν.
25 »Καὶ ὅταν στήκητεπροσευχόμενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖςἀφήσει τὰ παραπτώματα ὑμῶν.»
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι.
28 Καὶ λέγουσιναὐτῷ, «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» καὶ«Τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκενἵνα ταῦτα ποιῇς;»
29 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶςεἶπεν αὐτοῖς· «Ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼἕνα λόγον· καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30 Τὸ βάπτισμαἸωάννου· ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;»
31 Καὶ ἐλογίζοντοπρὸς ἑαυτούς, λέγοντες· «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τί οὖνοὐκ ἐπιστεύσατε αὐτῷ;›
32 Ἀλλ᾿εἴπωμεν, ‹Ἐξ ἀνθρώπων› »—ἐφοβοῦντο τὸν λαόν,ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντωςπροφήτης ἦν.
33 Καὶ ἀποκριθέντες λέγουσιν τῷ Ἰησοῦ,«Οὐκ οἴδαμεν.» Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶςλέγει αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»