1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν·«Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος—καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον—καὶ ἐξέδοτοαὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
2 Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦτοῦ ἀμπελῶνος.
3 Οἱ δὲλαβόντες αὐτόν, ἔδηρανκαὶ ἀπέστειλαν κενόν.
4 Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντεςἐκεφαλαίωσαν,καὶ ἀπέστειλαν ἠτιμωμένον.
5 Καὶ πάλινἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺςμὲν δαίροντες,τοὺςδὲ ἀποκτένοντες.
6 Ἔτι οὖνἕνα υἱὸν ἔχων,ἀγαπητὸν αὐτοῦ,ἀπέστειλεν καὶαὐτὸν πρὸς αὐτοὺς ἔσχατον,λέγων ὅτι ‹Ἐντραπήσονται τὸν υἱόν μου.›
7 Ἐκεῖνοι δὲ οἱ γεωργοὶεἶπον πρὸς ἑαυτοὺςὅτι ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.›
8 Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν,καὶ ἐξέβαλονἔξω τοῦ ἀμπελῶνος.
9 »Τί οὖνποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς,καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10 Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›;»
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶνἩρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
14 Οἱ δὲἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ—καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις—ἔξεστιν κῆνσον Καίσαρι δοῦναι,ἢ οὔ;
15 Δῶμεν, ἢ μὴ δῶμεν;» Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· «Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω.»
16 Οἱ δὲ ἤνεγκαν, καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» Οἱ δὲ εἶποναὐτῷ,«Καίσαρος.»
17 Καὶ ἀποκριθεὶς ὁἸησοῦς εἶπεν αὐτοῖς, «Ἀπόδοτε τὰ ΚαίσαροςΚαίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Καὶ ἐθαύμασανἐπ᾿ αὐτῷ.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν—οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι—καὶ ἐπηρώτησαναὐτόν, λέγοντες·
19 «Διδάσκαλε, Μωσῆςἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ,ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦκαὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 Ἑπτὰἀδελφοὶ ἦσαν. Καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα.
21 Καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν· καὶ οὐδὲ αὐτὸς ἀφῆκενσπέρμα. Καὶ ὁ τρίτος ὡσαύτως.
22 Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶοὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτηπάντων ἀπέθανεν καὶ ἡ γυνή.
23 Ἐν τῇἀναστάσει, ὅταν ἀναστῶσιν,τίνος αὐτῶν ἔσται γυνή;—οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»
24 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς·«Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται,ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοιἐν τοῖς οὐρανοῖς.
26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος,ἐπὶ τοῦβάτου, ὡςεἶπεν αὐτῷ ὁ Θεός, λέγων, ‹Ἐγὼ ὁ Θεὸς Ἁβραάμ, καὶ ὁΘεὸς Ἰσαάκ, καὶ ὁΘεὸς Ἰακώβ›;
27 Οὐκ ἔστιν ὁΘεὸς νεκρῶν, ἀλλὰ Θεὸςζώντων. Ὑμεῖς οὖνπολὺπλανᾶσθε.»
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼςὅτι καλῶς αὐτοῖς ἀπεκρίθη,ἐπηρώτησεν αὐτόν, «Ποία ἐστὶν πρώτη πασῶν ἐντολή;»
29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷὅτι «Πρώτη πασῶν τῶν ἐντολῶν·‹Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ὑμῶν,Κύριος εἷς ἐστιν·
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.› Αὕτη πρώτη ἐντολή.
31 Καὶδευτέρα ὁμοίααὕτη·‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.›Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.»
32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· «Καλῶς, διδάσκαλε· ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν,καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.
33 Καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆςκαὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόνἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶθυσιῶν.»
34 Καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸνὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, «Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ.» Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ· «Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστιν Δαυίδ;
36 Αὐτὸς γὰρΔαυὶδ εἶπεν ἐνΠνεύματιἉγίῳ· ‹ΛέγειὁΚύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιοντῶν ποδῶν σου.» ›
37 Αὐτὸς οὖνΔαυὶδ λέγει αὐτὸν ‹Κύριον›· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστιν;»Καὶ ὁπολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·«Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίαςἐν τοῖς δείπνοις·
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήψονταιπερισσότερον κρῖμα.»
41 Καὶ καθίσας ὁ Ἰησοῦςκατέναντιτοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλονπολλά.
42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγειαὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴπλεῖον πάντων βέβληκεντῶν βαλλόντωνεἰς τὸ γαζοφυλάκιον·
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δέ, ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.»