Marcos 13

GRC_F35

1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷςτῶν μαθητῶν αὐτοῦ· «Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.»

2 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτῷ· «Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ ὧδελίθος ἐπὶ λίθῳ,ὃς οὐ μὴ καταλυθῇ.»

3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτωναὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·

4 «Εἰπὲἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;»

5 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶςαὐτοῖς ἤρξατο λέγειν·«Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.

6 Πολλοὶ γὰρἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ‹Ἐγώ εἰμι,› καὶ πολλοὺς πλανήσουσιν.

7 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰργενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.

8 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶἔσονται σεισμοὶ κατὰ τόπους, καὶἔσονται λιμοὶ καὶ ταραχαί.Ἀρχαὶὠδίνων ταῦτα.

9 »Βλέπετε δὲ ὑμεῖς ἑαυτούς, παραδώσουσιν γὰρὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰςδαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων ἀχθήσεσθεἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.

10 Καί, εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτονκηρυχθῆναι τὸ εὐαγγέλιον.

11 Ὅταν δὲἄγωσινὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτετί λαλήσετεμηδὲ μελετᾶτε.Ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖςοἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.

12 »Παραδώσει δὲἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.

13 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

14 »Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου,ἑστὼςὅπου οὐ δεῖ»—ὁ ἀναγινώσκων νοείτω—«τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.

15 Ὁ δὲἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν,μηδὲ εἰσελθέτωἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ.

16 Καὶ ὁ εἰς τὸν ἀγρὸν ὢνμὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.

17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.

18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶνχειμῶνος·

19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧςἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.

20 Καὶ εἰ μὴ Κύριος ἐκολόβωσεντὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας.

21 »Τότεἐάν τις ὑμῖν εἴπῃ, ‹Ἰδού,ὧδε ὁ Χριστός,›‹Ἰδού,ἐκεῖ,› μὴ πιστεύσητε.

22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶτοὺς ἐκλεκτούς.

23 Ὑμεῖς δὲ βλέπετε· ἰδού,προείρηκα ὑμῖν πάντα.

24 »Ἀλλ᾿ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‹ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς·

25 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες,καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.›

26 Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.

27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦκαὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρουγῆς ἕως ἄκρουοὐρανοῦ.

28 »Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆςἁπαλὸς γένηταικαὶ ἐκφύῃ τὰ φύλλα, γινώσκεταιὅτι ἐγγὺς τὸ θέρος ἐστίν.

29 Οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητεγινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν—ἐπὶ θύραις.

30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ πάντα ταῦταγένηται.

31 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,οἱ δὲ λόγοι μουοὐ μὴ παρέλθωσιν.

32 »Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱἐν τῷοὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ.

33 Βλέπετε, ἀγρυπνεῖτε, προσεύχεσθε.Οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.

34 Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶἑκάστῳ τὸ ἔργον αὐτοῦ· καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.

35 Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται—ὀψὲ ἢ μεσονυκτίουἢ ἀλεκτοροφωνίας ἢ πρωΐ—

36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.

37 Ἃδὲ ὑμῖν λέγω, πᾶσιν λέγω· Γρηγορεῖτε.»

Ler em outra tradução

Comparar lado a lado