1 Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 Ἔλεγον δέ,«Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσταιτοῦ λαοῦ.»
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. Καὶσυντρίψασα τὸἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰτῆς κεφαλῆς.
4 Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες·«Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 Ἠδύνατο γὰρ τοῦτοπραθῆναι ἐπάνω τριακοσίων δηναρίωνκαὶ δοθῆναι τοῖς πτωχοῖς.» Καὶ ἐνεβριμῶντο αὐτῇ.
6 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατοἐν ἐμοί.
7 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺςεὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 Ὃ ἔσχεναὕτηἐποίησεν. Προέλαβεν μυρίσαι μου τὸ σῶμαεἰς τὸν ἐνταφιασμόν.
9 Ἀμὴνλέγω ὑμῖν, ὅπου ἐὰνκηρυχθῇ τὸ εὐαγγέλιον τοῦτοεἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.»
10 ΚαὶἸούδας ὁ Ἰσκαριώτης,εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸναὐτοῖς.
11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριαδοῦναι. Καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸνπαραδῷ.
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσομεν,ἵνα φάγῃς τὸ Πάσχα;»
13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ.
14 Καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ‹Ὁ διδάσκαλος λέγει, «Ποῦ ἐστιν τὸ κατάλυμαὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;» ›
15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεωνμέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖἑτοιμάσατε ἡμῖν.»
16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦκαὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν ὁ Ἰησοῦς,«Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.»
19 Οἱ δὲἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς,«Μήτι ἐγώ;» Καὶ ἄλλος, «Μήτι ἐγώ;»
20 Ὁ δὲ ἀποκριθεὶςεἶπεν αὐτοῖς· «Εἷς ἐκτῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦναὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.»
22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ὁ Ἰησοῦςἄρτον καὶεὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, «Λάβετε, φάγετε·τοῦτό ἐστιν τὸ σῶμά μου.»
23 Καὶ λαβὼν τὸποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 Καὶ εἶπεν αὐτοῖς· «Τοῦτό ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆςδιαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 Ἀμὴνλέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματοςτῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»
26 Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ,ὅτι γέγραπται· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα.›
28 Μετὰ δὲτὸ ἐγερθῆναί με, προάξω ὑμᾶςεἰς τὴν Γαλιλαίαν.»
29 Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, «Καὶ εἰπάντες σκανδαλισθήσονται, ἀλλ᾿οὐκ ἐγώ.»
30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, ὅτι σύ,σήμερον, ἐν τῇ νυκτὶ ταύτῃ,πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.»
31 Ὁ δὲἐκ περισσοῦἔλεγενμᾶλλον,«Ἐάν με δέῃσυναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι.»Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ·καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Καθίσατε ὧδε ἕως προσεύξομαι.»
33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶἸάκωβον καὶἸωάννην μεθ᾿ ἑαυτοῦ,καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.
34 Καὶ λέγειαὐτοῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε.»
35 Καὶ προελθὼνμικρόν, ἔπεσενἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα.
36 Καὶ ἔλεγεν· «Ἀββᾶ, ὁ Πατήρ, πάντα δυνατά σοι. Παρένεγκαιτὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο·ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰτί σύ.»
37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Σίμων, καθεύδεις; Οὐκ ἴσχυσαςμίαν ὥραν γρηγορῆσαι;
38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητεεἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.»
39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών.
40 Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλινκαθεύδοντας, ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶνκαταβαρυνόμενοι·καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν.
41 Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· «Καθεύδετελοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ὁ παραδιδούς με ἤγγικεν.»
43 Καὶ εὐθέως,ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας,εἷς ὢντῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺςμετὰ μαχαιρῶν καὶ ξύλων,παρὰ τῶν ἀρχιερέων καὶ τῶνγραμματέων καὶ τῶν πρεσβυτέρων.
44 Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετεἀσφαλῶς.»
45 Καὶ ἐλθών, εὐθέωςπροσελθὼν αὐτῷ λέγει αὐτῷ, «Ῥαββί, ῥαββί»·καὶ κατεφίλησεν αὐτόν.
46 Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶνκαὶ ἐκράτησαν αὐτόν.
47 Εἷς δέ τιςτῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με.
49 Καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶςἐν τῷ ἱερῷ, διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ Γραφαί.»
50 Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.
51 Καὶ εἷς τις νεανίσκοςἠκολούθησεναὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι,
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷπάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον.
56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, λέγοντες
58 ὅτι «Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ‹Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.› »
59 Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰςμέσον ἐπηρώτησεντὸν Ἰησοῦν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;»
61 Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο.Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Εὐλογητοῦ;»
62 Ὁ δὲ Ἰησοῦς εἶπεν· «Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν καθήμενοντῆς Δυνάμεως, καὶ ἐρχόμενον μετὰτῶν νεφελῶν τοῦ οὐρανοῦ.»
63 Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· «Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 Ἠκούσατετῆς βλασφημίας. Τί ὑμῖν φαίνεται;» Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχονθανάτου.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦκαὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, «Προφήτευσον.»Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.
66 Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω,ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως.
67 Καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, «Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.»
68 Ὁ δὲ ἠρνήσατο, λέγων, «Οὐκοἶδα οὔτεἐπίσταμαι τί σὺλέγεις.» Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν.
69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειντοῖς παρεστηκόσινὅτι «Οὗτος ἐξ αὐτῶν ἐστιν.»
70 Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρόν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, «Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ ἡ λαλιά σου ὁμοιάζει.»
71 Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναιὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.»
72 Καὶἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμαὃεἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Πρὶν ἀλέκτοραφωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς.»Καὶ ἐπιβαλὼν ἔκλαιεν.