1 Καὶ εὐθέωςἐπὶ τὸπρωΐ, συμβούλιον ποιήσαντες, οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷΠιλάτῳ.
2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ,«Σὺ λέγεις.»
3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
4 Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτόν,λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν.»
5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο.
7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶνδεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.
8 Καὶ ἀναβοήσαςὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶἐποίει αὐτοῖς.
9 Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων, «Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;»
10 (Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.)
11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
12 Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεναὐτοῖς, «Τί οὖν θέλετεποιήσω ὃν λέγετεβασιλέατῶν Ἰουδαίων;»
13 Οἱ δὲ πάλιν ἔκραξαν, «Σταύρωσον αὐτόν.»
14 Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, «Τί γὰρ κακὸν ἐποίησεν;»Οἱ δὲ περισσοτέρωςἔκραξαν, «Σταύρωσον αὐτόν.»
15 Ὁ δὲ Πιλᾶτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
17 Καὶ ἐνδύουσιναὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον,
18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν,«Χαῖρε, ὁ βασιλεὺςτῶν Ἰουδαίων.»
19 Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια.Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ (τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου), ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
22 Καὶ φέρουσιν αὐτὸν ἐπὶΓολγοθᾶτόπον, ὅ ἐστιν μεθερμηνευόμενον, ‹Κρανίου Τόπος.›
23 Καὶ ἐδίδουν αὐτῷ πιεῖνἐσμυρνισμένον οἶνον, ὁδὲ οὐκ ἔλαβεν.
24 Καὶ σταυρώσαντεςαὐτόν,διαμερίζονταιτὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτά, τίς τί ἄρῃ.
25 Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν.
26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
28 Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.»
29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
30 σῶσον σεαυτὸν καὶ κατάβαἀπὸ τοῦ σταυροῦ.»
31 Ὁμοίωςκαὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι.
32 Ὁ Χριστός, ὁ βασιλεὺς τοῦἸσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.»Καὶ οἱ συνεσταυρωμένοι αὐτῷὠνείδιζον αὐτόν.
33 Γενομένης δὲὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
34 Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων,«Ἐλωΐ, Ἐλωΐ, λιμᾶσαβαχθανί;» ὅ ἐστιν μεθερμηνευόμενον, «Ὁ Θεός,ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;»
35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού,Ἠλίαν φωνεῖ.»
36 Δραμὼν δὲ εἷςκαὶγεμίσας σπόγγον ὄξους, περιθείς τεκαλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› »
37 Ὁ δὲ Ἰησοῦς, ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν·
38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸἄνωθεν ἕως κάτω.
39 Ἰδὼν δὲ ὁ κεντυρίων, ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξαςἐξέπνευσεν, εἶπεν, «Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ.»
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦνΜαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦἸακώβου τοῦ μικροῦ καὶ Ἰωσῆμήτηρ καὶ Σαλώμη—
41 αἳ καὶὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ—καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ Παρασκευὴ ἦν,ὅ ἐστιν προσάββατον,
43 ἐλθὼνἸωσὴφ ὁἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ,τολμήσας εἰσῆλθεν πρὸςΠιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν.
45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶματῷ Ἰωσήφ.
46 Καὶ ἀγοράσαςσινδόνα καὶκαθελὼν αὐτόν, ἐνείλησεντῇ σινδόνι καὶ κατέθηκεναὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ΜαρίαἸωσῆἐθεώρουν ποῦ τίθεται.