1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2 Καὶ παρετήρουν αὐτόν, εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.
3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,«Ἔγειραιεἰς τὸ μέσον.»
4 Καὶ λέγει αὐτοῖς· «Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαιἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»Οἱ δὲ ἐσιώπων.
5 Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, «Ἔκτεινον τὴν χεῖρά σου.»Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθηἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέωςμετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουνκατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦπρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεναὐτῷ—καὶ ἀπὸ τῆς Ἰουδαίας
8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱπερὶ Τύρον καὶ Σιδῶνα. Πλῆθος πολύ, ἀκούσαντεςὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.
9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ, διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
10 Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.
11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα—ὅταν αὐτὸν ἐθεώρει,προσέπιπτεναὐτῷ καὶ ἔκραζεν,λέγονταὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ.»
12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸνποιήσωσιν.
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 Καὶ ἐποίησεν δώδεκα,ἵνα ὦσιν μετ᾿ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 —καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶἐκβάλλειν τὰ δαιμόνια.
16 Καὶἐπέθηκεν τῷ Σίμωνι ὄνομαΠέτρον,
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα‹Βοανεργές,›ὅ ἐστιν ‹Υἱοὶ βροντῆς›)·
18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖονκαὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην·
19 καὶ Ἰούδαν Ἰσκαριώτην,ὃς καὶ παρέδωκεν αὐτόν.
20 Καὶ ἔρχονταιεἰς οἶκον· καὶ συνέρχεται πάλινὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲἄρτον φαγεῖν.
21 Καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι «Ἐξέστη.»
22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι «Βεελζεβοὺλ ἔχει,» καὶ ὅτι «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.»
23 Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· «Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
24 Καὶ ἐὰν βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.
25 Καὶ ἐὰν οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναταισταθῆναι ἡ οἰκία ἐκείνη.
26 Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ μεμέρισται,οὐ δύναται σταθῆναι,ἀλλὰ τέλος ἔχει.
27 Οὐδεὶς δύναταιτὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαναὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ—καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ.
28 »Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,καὶβλασφημίαι ὅσαςἂνβλασφημήσωσιν·
29 ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ἔνοχός ἐστιν αἰωνίου κρίσεως»
30 —ὅτι ἔλεγον, «Πνεῦμα ἀκάθαρτον ἔχει.»
31 Ἔρχονται οὖνοἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,καὶ ἔξω ἑστῶτεςἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντεςαὐτόν.
32 Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν·εἶπον δὲαὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σουἔξω ζητοῦσίν σε.»
33 Καὶ ἀπεκρίθη αὐτοῖς λέγων,«Τίς ἐστιν ἡ μήτηρ μου ἢοἱ ἀδελφοί μου;»
34 Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸνκαθημένους λέγει· «Ἰδοὺἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
35 Ὃς γὰρἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μουκαὶ μήτηρ μούἐστιν.»