Marcos 4

GRC_F35

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθηπρὸς αὐτὸν ὄχλος πολύς,ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖονκαθῆσθαι, ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν, ἐπὶ τῆς γῆς, ἦν.

2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·

3 «Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦσπεῖραι.

4 Καὶ ἐγένετο, ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰτὴν ὁδόν, καὶ ἦλθεντὰ πετεινὰκαὶ κατέφαγεν αὐτό.

5 Ἄλλο δὲἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέωςἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς.

6 Ἡλίου δὲ ἀνατείλαντοςἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.

7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.

8 Καὶ ἄλλοἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα—καὶ ἔφερεν ἐντριάκοντα καὶ ἐνἑξήκοντα καὶ ἐνἑκατόν.»

9 Καὶ ἔλεγεν,«Ὁ ἔχωνὦτα ἀκούειν, ἀκουέτω.»

10 Ὅτε δὲἐγένετο κατὰ μόνας, ἠρώτησαναὐτὸν οἱ περὶ αὐτόν, σὺν τοῖς δώδεκα, τὴν παραβολήν.

11 Καὶ ἔλεγεν αὐτοῖς· «Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριοντῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,

12 ἵνα· ‹Βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.› »

13 Καὶ λέγει αὐτοῖς· «Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;

14 Ὁ σπείρων τὸν λόγον σπείρει.

15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος· καὶ ὅταν ἀκούσωσιν, εὐθέωςἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.

16 Καὶ οὗτοι εἰσιν ὁμοίωςοἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι· οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέωςμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,

17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν—εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέωςσκανδαλίζονται.

18 Καὶ οὗτοίεἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι·οἱ τὸν λόγον ἀκούοντες,

19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτουκαὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.

20 Καὶ οὗτοίεἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες· οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν—ἐντριάκοντα καὶ ἐνἑξήκοντα καὶ ἐνἑκατόν.»

21 Καὶ ἔλεγεν αὐτοῖς· «Μήτι ὁ λύχνος ἔρχεταιἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;

22 Οὐ γάρ ἐστινκρυπτὸν ὃ ἐὰνμὴφανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα εἰς φανερὸν ἔλθῃ.

23 Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.»

24 Καὶ ἔλεγεν αὐτοῖς· «Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεταιὑμῖν· καὶ προστεθήσεται ὑμῖντοῖς ἀκούουσιν.

25 Ὃς γὰρ ἂν ἔχῃ,δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.»

26 Καὶ ἔλεγεν· «Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ ὡς ἐὰνἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς

27 καὶ καθεύδῃ καὶ ἐγείρηταινύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃκαὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός.

28 Αὐτομάτη γὰρἡ γῆ καρποφορεῖ· πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτονἐν τῷ στάχυϊ.

29 Ὅταν δὲ παραδῷὁ καρπός, εὐθέωςἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.»

30 Καὶ ἔλεγεν· «Τίνιὁμοιώσομεντὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳπαραβολῇ παραβάλωμεν αὐτήν;

31 Ὡς κόκκονσινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότεροςπάντωντῶν σπερμάτων ἐστὶντῶν ἐπὶ τῆς γῆς,

32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζωνκαὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.»

33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντοἀκούειν.

34 Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς,κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦἐπέλυεν πάντα.

35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, «Διέλθωμεν εἰς τὸ πέραν.»

36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτόν, ὡς ἦν ἐν τῷ πλοῖῳ (καὶ ἄλλα δὲπλοιάριαἦν μετ᾿ αὐτοῦ).

37 Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη,τὰ δὲκύματα ἐπέβαλενεἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.

38 Καὶ ἦν αὐτὸςἐπὶτῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιναὐτὸν καὶ λέγουσιν αὐτῷ, «Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;»

39 Καὶ διεγερθείς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, «Σιώπα· πεφίμωσο.» Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.

40 Καὶ εἶπεν αὐτοῖς· «Τί δειλοί ἐστε οὕτως;Πῶς οὐκἔχετε πίστιν;»

41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, «Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;»

Ler em outra tradução

Comparar lado a lado