Marcos 2

GRC_F35

1 Καὶ εἰσῆλθεν πάλινεἰς Καπερναοὺμδι᾿ ἡμερῶν, καὶἠκούσθη ὅτι εἰς οἶκόνἐστιν.

2 Καὶ εὐθέωςσυνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.

3 Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες,αἰρόμενον ὑπὸ τεσσάρων.

4 Καὶ μὴ δυνάμενοι προσεγγίσαιαὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν· καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατονἐφ᾿ ᾧὁ παραλυτικὸς κατέκειτο.

5 Ἰδὼν δὲὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, «Τέκνον, ἀφέωνταίσοι αἱ ἁμαρτίαι σου.»

6 Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·

7 «Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, ὁ Θεός;»

8 Καὶ εὐθέωςἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶδιαλογίζονται ἐν ἑαυτοῖς εἶπεναὐτοῖς· «Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;

9 Τί ἐστιν εὐκοπώτερον· εἰπεῖν τῷ παραλυτικῷ, ‹Ἀφέωνταίσουαἱ ἁμαρτίαι,› ἢ εἰπεῖν, ‹Ἔγειραικαὶ ἆρον τὸν κράββατόν σουκαὶ περιπάτει›;

10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—λέγει τῷ παραλυτικῷ·

11 «Σοὶ λέγω, ἔγειραικαὶἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.»

12 Καὶ ἠγέρθη εὐθέως καὶἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίονπάντων· ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι «Οὐδέποτε οὕτωςεἴδομεν.»

13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.

14 Καὶ παράγων,εἶδενΛευὶντὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοι.» Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.

15 Καὶ ἐγένετο,ἐν τῷκατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαναὐτῷ.

16 Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι,ἰδόντες αὐτὸν ἐσθίονταμετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν,ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, «Τί ὅτιμετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει;»

17 Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς·«Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.»

18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίωννηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, «Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱτῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;»

19 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσιν τὸν νυμφίονοὐ δύνανται νηστεύειν.

20 Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν, ἐν ἐκείναις ταῖς ἡμέραις.

21 »Καὶοὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτειἐπὶ ἱματίῳ παλαιῷ,εἰ δὲ μή,αἴρει τὸ πλήρωμα αὐτοῦτὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.

22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, εἰ δὲ μή, ῥήσσειὁ οἶνος ὁ νέοςτοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.»

23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτόν, ἐν τοῖς σάββασιν,διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας.

24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, «Ἴδε, τί ποιοῦσιν ἐντοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;»

25 Καὶ αὐτὸς ἔλεγεναὐτοῖς· «Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ;

26 Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ (ἐπὶ Ἀβιάθαρἀρχιερέως) καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν,καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;»

27 Καὶ ἔλεγεν αὐτοῖς· «Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο,οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.

28 Ὥστε Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»

Ler em outra tradução

Comparar lado a lado