Marcos 1

GRC_F35

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ.

2 Ὡςγέγραπται ἐν τοῖς προφήταις—«Ἰδού, ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.»

3 «Φωνὴ βοῶντος· ‹Ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.› »—

4 Ἐγένετο Ἰωάννηςβαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.

5 Καὶ ἐξεπορεύετοπρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντεςἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ,ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

6 Ἦν δὲ ὁἸωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.

7 Καὶ ἐκήρυσσεν λέγων· «Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.

8 Ἐγὼ μὲνἐβάπτισα ὑμᾶς ἐνὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.»

9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ὁἸησοῦς ἀπὸ Ναζαρὲττῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.

10 Καὶ εὐθέωςἀναβαίνων ἀπὸτοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα, ὡσεὶπεριστεράν, καταβαῖνον ἐπ᾿αὐτόν.

11 Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· «Σὺ εἶ ὁ Υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧεὐδόκησα.»

12 Καὶ εὐθέωςτὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.

13 Καὶ ἦν ἐκεῖἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκονταπειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸνἸωάννην, ἦλθεν ὁἸησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείαςτοῦ Θεοῦ

15 καὶλέγων ὅτι «Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. Μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.»

16 Περιπατῶν δὲπαρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, τοῦ Σίμωνος,βάλλοντας ἀμφίβληστρονἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς.

17 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.»

18 Καὶ εὐθέωςἀφέντες τὰ δίκτυα αὐτῶνἠκολούθησαν αὐτῷ.

19 Καὶ προβὰς ἐκεῖθενὀλίγον εἶδενἸάκωβον, τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.

20 Καὶ εὐθέωςἐκάλεσεν αὐτούς, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ.Καὶ εὐθέωςτοῖς σάββασιν εἰσελθὼν εἰς τὴνσυναγωγὴν ἐδίδασκεν.

22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.

23 Καὶἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ· καὶ ἀνέκραξεν

24 λέγων· «Ἔα,τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ—ὁ Ἅγιος τοῦ Θεοῦ.»

25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· «Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.»

26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξανφωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.

27 Καὶ ἐθαμβήθησαν πάντες,ὥστε συζητεῖν πρὸς ἑαυτούς,λέγοντας·«Τί ἐστιν τοῦτο; Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη; Ὅτικατ᾿ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.»

28 Ἐξῆλθεν δὲἡ ἀκοὴ αὐτοῦ εὐθὺςεἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29 Καὶ εὐθέωςἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.

30 Ἡ δὲ πενθερὰ τοῦΣίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέωςλέγουσιν αὐτῷ περὶ αὐτῆς.

31 Καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς,καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέωςκαὶ διηκόνει αὐτοῖς.

32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους.

33 Καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦνπρὸς τὴν θύραν,

34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν· καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι.

35 Καὶ πρωῒ ἔννυχονλίαν ἀναστάς, ἐξῆλθεν καὶ ἀπῆλθενεἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.

36 Καὶ κατεδίωξαναὐτὸν ὁΣίμων καὶ οἱ μετ᾿ αὐτοῦ,

37 καὶ εὑρόντεςαὐτὸνλέγουσιν αὐτῷ ὅτι «Πάντες σε ζητοῦσιν.»

38 Καὶ λέγει αὐτοῖς· «Ἄγωμενεἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖκηρύξω· εἰς τοῦτο γὰρ ἐλήλυθα.»

39 Καὶ ἦνκηρύσσων ἐν ταῖς συναγωγαῖςαὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.

40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸνκαὶ λέγων αὐτῷ ὅτι «Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.»

41 Ὁ δὲ Ἰησοῦςσπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦκαὶ λέγει αὐτῷ, «Θέλω· καθαρίσθητι.»

42 Καὶ εἰπόντος αὐτοῦ,εὐθέωςἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα,καὶ ἐκαθαρίσθη.

43 Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθέωςἐξέβαλεν αὐτόν,

44 καὶ λέγει αὐτῷ· «Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾿ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκαιπερὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωσῆς,εἰς μαρτύριον αὐτοῖς.»

45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾿ ἔξω ἐνἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.

Ler em outra tradução

Comparar lado a lado