1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκαἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν·
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας.
3 Καὶ εἶπεν πρὸς αὐτούς· «Μηδὲν αἴρετε εἰς τὴν ὁδόν—μήτε ῥάβδουςμήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰδύο χιτῶνας ἔχειν.
4 Καὶ εἰς ἣνοἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 Καὶ ὅσοι ἐὰνμὴ δέξωνταιὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατεεἰς μαρτύριον ἐπ᾿ αὐτούς.»
6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχηςτὰ γινόμεναὑπ᾿ αὐτοῦπάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερταιἐκνεκρῶν,
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης εἷςτῶν ἀρχαίων ἀνέστη.
9 Καὶ εἶπενἩρῴδης,«Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἐγὼἀκούω τοιαῦτα;» Καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾿ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένηςΒηθσαϊδά.
11 Οἱ δὲ ὄχλοι, γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ δεξάμενοςαὐτοὺς ἐλάλει αὐτοῖςπερὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, προσελθόντες δὲ οἱ δώδεκα εἶποναὐτῷ, «Ἀπόλυσον τὸν ὄχλον, ἵνα ἀπελθόντεςεἰς τὰς κύκλῳ κώμας καὶ τοὺςἀγρούς, καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.»
13 Εἶπεν δὲ πρὸς αὐτούς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Οἱ δὲ εἶπον,«Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοικαὶ ἰχθύες δύο—εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσομενεἰς πάντα τὸν λαὸν τοῦτον βρώματα»
14 (ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι). Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, «Κατακλίνατε αὐτοὺς κλισίαςἀνὰ πεντήκοντα.»
15 Καὶ ἐποίησαν οὕτως, καὶ ἀνέκλινανἅπαντας.
16 Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναιτῷ ὄχλῳ.
17 Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί,καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, «Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;»
19 Οἱ δὲ ἀποκριθέντες εἶπον,«Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.»
20 Εἶπεν δὲ αὐτοῖς, «Ὑμεῖς δέ, τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲ Πέτροςεἶπεν, «Τὸν Χριστὸν τοῦ Θεοῦ.»
21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ εἰπεῖντοῦτο,
22 εἰπὼν ὅτι «Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.»
23 Ἔλεγεν δὲ πρὸς πάντας· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,ἀπαρνησάσθωἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ,καὶ ἀκολουθείτω μοι.
24 Ὃς γὰρ ἐὰνθέλῃτὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν, ὃς δ᾿ ἂν ἀπολέσῃτὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 Τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 Ὃς γὰρ ἂνἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 Λέγω δὲ ὑμῖν ἀληθῶς·εἰσίν τινες τῶν ὧδεἑστώτωνοἳοὐ μὴ γεύσωνταιθανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ.»
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶπαραλαβὼνΠέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆςκαὶ Ἠλίας·
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλενπληροῦν ἐν Ἱερουσαλήμ.
32 Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ, εἶπεν ὁΠέτρος πρὸς τὸν Ἰησοῦν· «Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι» καὶ «Ποιήσωμεν σκηνὰς τρεῖς· μίαν σοί, καὶ μίαν Μωσεῖ,καὶ μίαν Ἠλίᾳ»—μὴ εἰδὼς ὃ λέγει.
34 Ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖνεἰς τὴν νεφέλην.
35 Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός.Αὐτοῦ ἀκούετε.»
36 Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη ὁἸησοῦς μόνος. (Καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.)
37 Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ,κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησενλέγων· «Διδάσκαλε, δέομαί σου, ἐπίβλεψονἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστίν μοι.
39 Καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾿ αὐτοῦ, συντρῖβον αὐτόν.
40 Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιναὐτό, καὶ οὐκ ἠδυνήθησαν.»
41 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶἀνέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε.»
42 Ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ. Jesus foretells His death, again Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησενὁ Ἰησοῦς,εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,
44 «Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.»
45 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο· καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 Ὁ δὲ Ἰησοῦς, ἰδὼντὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίουἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ,
48 καὶ εἶπεν αὐτοῖς· «Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰνἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῶνὑπάρχων, οὗτός ἔσταιμέγας.»
49 Ἀποκριθεὶς δὲ ὁἸωάννης εἶπεν, «Ἐπιστάτα, εἴδομέντινα ἐπὶτῷ ὀνόματί σου ἐκβάλλονταδαιμόνια, καὶ ἐκωλύσαμεναὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν.»
50 Καὶ εἶπενπρὸς αὐτὸν ὁ Ἰησοῦς, «Μὴ κωλύετε,ὃς γὰρ οὐκ ἔστιν καθ᾿ ἡμῶνὑπὲρ ἡμῶνἐστιν.»
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεωςαὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦἐστήριξεν,τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου ἑαυτοῦ.Καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστεἑτοιμάσαι αὐτῷ.
53 Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
54 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ,Ἰάκωβος καὶ Ἰωάννης, εἶπον, «Κύριε, θέλεις εἴπωμενπῦρ καταβῆναι ἀπὸ τοῦοὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησεν;»
55 Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· «Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς.
56 Ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι.»Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Ἐγένετο δὲπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, «Ἀκολουθήσω σοι ὅπου ἂνἀπέρχῃ, Κύριε.»
58 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.»
59 Εἶπεν δὲ πρὸς ἕτερον, «Ἀκολούθει μοι.» Ὁ δὲ εἶπεν, «Κύριε,ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.»
60 Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς,«Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλετὴν βασιλείαν τοῦ Θεοῦ.»
61 Εἶπεν δὲ καὶ ἕτερος, «Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.»
62 Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν,«Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον,καὶ βλέπων εἰς τὰ ὀπίσω,εὔθετός ἐστιν εἰς τὴν βασιλείαντοῦ Θεοῦ.»