Lucas 8

GRC_F35

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ·

2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸπνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία (ἡ καλουμένη Μαγδαληνή)ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει·

3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ, ἐπιτρόπου Ἡρῴδου· καὶ Σωσάννα,καὶ ἕτεραι πολλαί—αἵτινες διηκόνουν αὐτῷἀπὸτῶν ὑπαρχόντων αὐταῖς.

4 Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς·

5 «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ·καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.

6 Καὶ ἕτερον ἔπεσενἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.

7 Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.

8 Καὶ ἕτερον ἔπεσεν εἰςτὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.» Ταῦτα λέγων ἐφώνει, «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»

9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες,«Τίς εἴη ἡ παραβολὴ αὕτη;»

10 Ὁ δὲ εἶπεν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα ‹βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν.›

11 »Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ.

12 Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούοντες·εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.

13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον· καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.

14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν·οὗτοί εἰσιν οἱ ἀκούσαντες,καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.

15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ· οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον, κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.»

16 Ταῦτα λέγων ἐφώνει· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίαςἐπιτίθησιν,ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.

17 Οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεταικαὶ εἰς φανερὸν ἔλθῃ.

18 Βλέπετε οὖν πῶς ἀκούετε· Ὃς γὰρ ἐὰνἔχῃ,δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰνμὴ ἔχῃ,καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.»

19 Παρεγένοντοδὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἐδύναντοσυντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.

20 Καὶ ἀπηγγέληαὐτῷ λεγόντων,«Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.»

21 Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, «Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.»

22 Καὶ ἐγένετοἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβηεἰςπλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ εἶπεν πρὸς αὐτούς, «Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης.» Καὶ ἀνήχθησαν.

23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. Καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.

24 Καὶ προσελθόντεςδιήγειραν αὐτὸν λέγοντες, «Ἐπιστάτα, Ἐπιστάτα,ἀπολλύμεθα.» Ὁ δὲ ἐγερθεὶςἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος—καὶ ἐπαύσαντο,καὶ ἐγένετο γαλήνη.

25 Εἶπεν δὲ αὐτοῖς, «Ποῦ ἐστινἡ πίστις ὑμῶν;» Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· «Τίς ἄρα οὗτός ἐστιν; ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ.»

26 Καὶ κατέπλευσανεἰς τὴν χώραν τῶν Γαδαρηνῶν,ἥτις ἐστὶν ἀντιπέραντῆς Γαλιλαίας.

27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν αὐτῷἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχενδαιμόνια ἐκ χρόνων ἱκανῶν—καὶἱμάτιον οὐκ ἐνεδιδύσκετο,καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.

28 Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν· «Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.»

29 Παρήγγειλενγὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου (πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτοἁλύσεσιν καὶ πέδαις φυλασσόμενος· καὶ διαρρήσσωντὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονοςεἰς τὰς ἐρήμους).

30 Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων,«Τί σοί ἐστιν ὄνομα;»Ὁ δὲ εἶπεν, «Λεγεών»(ὅτι δαιμόνια πολλὰ εἰσῆλθενεἰς αὐτόν).

31 Καὶ παρεκάλειαὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν Ἄβυσσον ἀπελθεῖν.

32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένωνἐν τῷ ὄρει· καὶ παρεκάλουναὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν, καὶ ἐπέτρεψεν αὐτοῖς.

33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθονεἰς τοὺς χοίρους—καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένονἔφυγον καὶἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.

35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν· καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει,ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.

36 Ἀπήγγειλαν δὲ αὐτοῖς καὶοἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.

37 Καὶ ἠρώτησαναὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶνἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸπλοῖον ὑπέστρεψεν.

38 Ἐδέετοδὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν ὁ Ἰησοῦςλέγων,

39 «Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέν σοι ὁ Θεός.»Καὶ ἀπῆλθεν καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

40 Ἐγένετο δὲ ἐντῷ ὑποστρέψαιτὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.

41 Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος,καὶ αὐτὸςἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦἸησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,

42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτηἀπέθνησκεν. A desperate woman Ἐν δὲ τῷ ὑπάγειν αὐτόν, οἱ ὄχλοι συνέπνιγον αὐτόν.

43 Καὶ γυνή—οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον,οὐκ ἴσχυσεν ὑπ᾿οὐδενὸς θεραπευθῆναι—

44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.

45 Καὶ εἶπεν ὁ Ἰησοῦς, «Τίς ὁ ἁψάμενός μου;» Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ·«Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ὁ ἁψάμενός μου;› »

46 Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσανἀπ᾿ ἐμοῦ.»

47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.

48 Ὁ δὲεἶπεν αὐτῇ· «Θάρσειθύγατερ,ἡ πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην.»

49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷὅτι «Τέθνηκεν ἡ θυγάτηρ σου· μὴσκύλλε τὸν διδάσκαλον.»

50 Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων,«Μὴ φοβοῦ· μόνον πίστευεκαὶ σωθήσεται.»

51 Ἐλθὼνδὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδέναεἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον,καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.

52 Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν· ὁ δὲ εἶπεν, «Μὴ κλαίετε· οὐκἀπέθανεν, ἀλλὰ καθεύδει.»

53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.

54 Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶκρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, «Ἡ παῖς, ἐγείρου.»

55 Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.

56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Ler em outra tradução

Comparar lado a lado