Lucas 7

GRC_F35

1 Ἐπεὶ δὲἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθενεἰς Καπερναούμ.

2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεντελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.

3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.

4 Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντεςὅτι ἄξιός ἐστιν ᾧ παρέξειτοῦτο,

5 «Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.»

6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν πρὸς αὐτὸνὁ ἑκατόνταρχος φίλουςλέγων αὐτῷ· «Κύριε, μὴ σκύλλου, οὐ γάρ εἰμι ἱκανὸςἵνα μου ὑπὸ τὴν στέγηνεἰσέλθῃς.

7 Διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν. Ἀλλ᾿εἰπὲ λόγῳ καὶ ἰαθήσεταιὁ παῖς μου·

8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας. Καὶ λέγω τούτῳ, ‹Πορεύθητι,› καὶ πορεύεται· καὶ ἄλλῳ, ‹Ἔρχου,› καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, ‹Ποίησον τοῦτο,› καὶ ποιεῖ.»

9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, «Λέγω ὑμῖν, οὐδὲἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.»

10 Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκονεὗρον τὸν ἀσθενοῦνταδοῦλον ὑγιαίνοντα.

11 Καὶ ἐγένετο ἐν τῇἑξῆς, ἐπορεύετο,εἰς πόλιν καλουμένην Ναΐν,καὶ συνεπορεύοντο αὐτῷοἱ μαθηταὶ αὐτοῦ ἱκανοί,καὶ ὄχλος πολύς.

12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, υἱὸς μονογενὴςτῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴχήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸςσὺν αὐτῇ.

13 Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇκαὶ εἶπεν αὐτῇ, «Μὴ κλαῖε.»

14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.»

15 Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.

16 Ἔλαβεν δὲ φόβος πάνταςκαὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι «Προφήτης μέγας ἐγήγερταιἐν ἡμῖν,» καὶ ὅτι «Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.»

17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐνπάσῃ τῇ περιχώρῳ.

18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.

19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦνλέγων, «Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλονπροσδοκῶμεν;»

20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον·«Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκενἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλονπροσδοκῶμεν;› »

21 Ἐν αὐτῇ δὲτῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸβλέπειν.

22 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετεκαὶ ἠκούσατε· ὅτιτυφλοὶ ἀναβλέπουσιν,χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται,κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.

23 Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»

24 Ἀπελθόντων δὲ τῶν ἀγγέλωνἸωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοιςπερὶ Ἰωάννου· «Τί ἐξεληλύθατεεἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;

25 Ἀλλὰ τί ἐξεληλύθατεἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.

26 Ἀλλὰ τί ἐξεληλύθατεἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.

27 Οὗτόςἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.›

28 Λέγω γὰρὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτηςἸωάννου τοῦ Βαπτιστοῦοὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν.»

29 (Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.

30 Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.)

31 «Τίνιοὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;

32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν,‹Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν,καὶ οὐκ ἐκλαύσατε.›

33 Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς μήτεἄρτον ἐσθίωνμήτε οἶνον πίνων,καὶ λέγετε, ‹Δαιμόνιον ἔχει.›

34 Ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶνκαὶ ἁμαρτωλῶν.›

35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.»

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαντοῦ Φαρισαίου ἀνεκλίθη.

37 Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦνἁμαρτωλός, καὶἐπιγνοῦσα ὅτι ἀνάκειταιἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,

38 καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσωκλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσινκαὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.

39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ λέγων, «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ—ὅτι ἁμαρτωλός ἐστιν.»

40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Σίμων, ἔχω σοί τι εἰπεῖν.» Ὁ δέ φησίν, «Διδάσκαλε, εἰπέ.»

41 «Δύο χρεωφειλέταιἦσαν δανειστῇτινι. Ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.

42 Μὴ ἐχόντων δὲαὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ,πλεῖον αὐτὸν ἀγαπήσει;»

43 Ἀποκριθεὶς δὲ ὁΣίμων εἶπεν, «Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.» Ὁ δὲ εἶπεν αὐτῷ, «Ὀρθῶς ἔκρινας.»

44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν· ὕδωρ ἐπὶ τοὺς πόδας μουοὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆςαὐτῆς ἐξέμαξεν.

45 Φίλημά μοι οὐκ ἔδωκας, αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθονοὐ διέλιπενκαταφιλοῦσά μου τοὺς πόδας.

46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας.

47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.»

48 Εἶπεν δὲ αὐτῇ, «Ἀφέωνταί σου αἱ ἁμαρτίαι.»

49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, «Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;»

50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, «Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.»

Ler em outra tradução

Comparar lado a lado