Lucas 6

GRC_F35

1 Ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳδιαπορεύεσθαι αὐτὸν διὰ τῶνσπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον,ψώχοντες ταῖς χερσίν.

2 Τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς,«Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖνἐντοῖς σάββασιν;»

3 Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς·«Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυὶδ ὁπότεἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες·

4 ὡςεἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶἔφαγεν, καὶ ἔδωκεν καὶτοῖς μετ᾿ αὐτοῦ—οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;»

5 Καὶ ἔλεγεν αὐτοῖς ὅτι«Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»

6 Ἐγένετο δὲ καὶἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος,καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.

7 Παρετήρουνδὲοἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰτῷ σαββάτῳ θεραπεύσει,ἵνα εὕρωσιν κατηγορίαναὐτοῦ.

8 Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεντῷ ἀνθρώπῳτῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, «Ἔγειραικαὶ στῆθι εἰς τὸ μέσον.» Ὁ δὲἀναστὰς ἔστη.

9 Εἶπεν οὖνὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσωὑμᾶς τι·Ἔξεστιν τοῖς σάββασινἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»,

10 Καὶ περιβλεψάμενος πάντας αὐτοὺςεἶπεν αὐτῷ,«Ἔκτεινον τὴν χεῖρά σου.» Ὁ δὲ ἐποίησεν οὕτωςκαὶ ἀποκατεστάθηἡ χεὶρ αὐτοῦ, ὑγιὴς ὡς ἡ ἄλλη.

11 Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουνπρὸς ἀλλήλους τί ἂν ποιήσειαντῷ Ἰησοῦ.

12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθενεἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.

13 Καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν·

14 Σίμωνα (ὃν καὶ ὠνόμασεν Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,Ἰάκωβον καὶ Ἰωάννην,Φίλιππον καὶ Βαρθολομαῖον,

15 Ματθαῖονκαὶ Θωμᾶν,Ἰάκωβον (τὸν τοῦἈλφαίου) καὶ Σίμωνα (τὸν καλούμενον Ζηλωτήν),

16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην(ὃς καὶἐγένετο προδότης).

17 Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπουπεδινοῦ, καὶ ὄχλοςμαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·

18 καὶ οἱ ὀχλούμενοιὑπὸπνευμάτων ἀκαθάρτων—καὶἐθεραπεύοντο.

19 Καὶ πᾶς ὁ ὄχλος ἐζήτειἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· «Μακάριοι οἱ πτωχοί,ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.

21 Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.

22 Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.

23 Χάρητεἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ταῦταγὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

24 »Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.

25 Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι,ὅτι πεινάσετε. Οὐαὶ ὑμῖνοἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.

26 Οὐαὶὅταν καλῶς εἴπωσιν ὑμᾶςπάντες οἱ ἄνθρωποι,κατὰ ταῦταγὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

27 »Ἀλλά,ὑμῖν λέγω τοῖς ἀκούουσιν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·

28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς,προσεύχεσθε ὑπὲρτῶν ἐπηρεαζόντων ὑμᾶς.

29 Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.

30 Παντὶ δὲ τῷαἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.

31 Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖςποιεῖτε αὐτοῖς ὁμοίως.

32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.

33 Καὶἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰροἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.

34 Καὶ ἐὰν δανείζητεπαρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν,ποία ὑμῖν χάρις ἐστίν;Καὶ γὰρἁμαρτωλοὶ ἁμαρτωλοῖςδανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.

35 »Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε,μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶὙψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.

36 Γίνεσθε οὖνοἰκτίρμονες, καθὼς καὶὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.

37 »Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε.Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε.

38 Δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν—πεπιεσμένον καὶσεσαλευμένον καὶὑπερεκχυνόμενον—δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧμετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.»

39 Εἶπεν δὲπαραβολὴν αὐτοῖς· «Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται;

40 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ,κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.

41 Τί δὲ βλέπεις τὸ κάρφος τὸἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;

42 Ἢ πῶςδύνασαι λέγειν τῷ ἀδελφῷ σου, ‹Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου,› αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.

43 »Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲδένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν

44 —ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσιν σταφυλήν.

45 Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦπροφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἄνθρωποςἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦπροφέρει τὸ πονηρόν· ἐκ γὰρ τοῦπερισσεύματος τῆςκαρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

46 »Τί δέ με καλεῖτε, ‹Κύριε, Κύριε,› καὶ οὐ ποιεῖτε ἃ λέγω;

47 Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς—ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·

48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃςἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν. Πλημμύραςδὲ γενομένης, προσέρρηξενὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.

49 Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι τὴνοἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρρηξενὁ ποταμός, καὶ εὐθέωςἔπεσεν·καὶ ἐγένετο τὸῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.»

Ler em outra tradução

Comparar lado a lado