1 Ἐγένετο δέ, ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦἀκούειν τὸν λόγον τοῦ Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς περὶτὴν λίμνην Γενησαρέτ,
2 καὶ εἶδενδύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην (οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν,ἀπέπλυναντὰ δίκτυα).
3 Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦΣίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθίσαςἐδίδασκεν ἐκ τοῦ πλοίουτοὺς ὄχλους.
4 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, «Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.»
5 Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ,«Ἐπιστάτα, δι᾿ ὅλης τῆςνυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον.»
6 Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύωνπολύ, διερρήγνυτοδὲ τὸ δίκτυοναὐτῶν.
7 Καὶ κατένευσαν τοῖς μετόχοις τοῖςἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασινἸησοῦ λέγων, «Ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.»
9 Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗσυνέλαβον·
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς, «Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.»
11 Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπανταἠκολούθησαν αὐτῷ.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼντὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, «Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.»
13 Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών,«Θέλω· καθαρίσθητι.» Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾿ αὐτοῦ.
14 Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, «Ἀλλὰἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκαιπερὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωσῆς,εἰς μαρτύριον αὐτοῖς.»
15 Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ᾿ αὐτοῦἀπὸ τῶν ἀσθενειῶναὐτῶν.
16 Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦνδιδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ—καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18 Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναιἐνώπιον αὐτοῦ.
19 Καὶ μὴ εὑρόντες πῶςεἰσενέγκωσιν αὐτόν, διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον, ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ,«Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.»
21 Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· «Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίαςεἰ μὴ μόνος ὁ Θεός;»
22 Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· «Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, ‹Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου,› ἢ εἰπεῖν, ‹Ἔγειραικαὶ περιπάτει›;
24 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπουἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»—εἶπεν τῷ παραλελυμένῳ·«Σοὶ λέγω, ἔγειραι,καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.»
25 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ᾧκατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν.
26 Καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν· καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι «Εἴδομεν παράδοξα σήμερον.»
27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευῒνκαθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, «Ἀκολούθει μοι.»
28 Καὶ καταλιπὼνἅπανταἀναστὰς ἠκολούθησεναὐτῷ.
29 Καὶ ἐποίησεν δοχὴν μεγάληνΛευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺςκαὶ ἄλλων οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι.
30 Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν, καὶ οἱ Φαρισαῖοι,πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, «Διὰ τί μετὰ τῶντελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;»
31 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿οἱ κακῶς ἔχοντες.
32 Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, εἰς μετάνοιαν.»
33 Οἱ δὲ εἶπονπρὸς αὐτόν, «Διὰ τίοἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;»
34 Ὁ δὲεἶπεν πρὸς αὐτούς· «Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν;
35 Ἐλεύσονται δὲ ἡμέραιὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος· τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.»
36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι «Οὐδεὶς ἐπίβλημαἱματίου καινοῦἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίζεικαὶ τῷ παλαιῷ οὐ συμφωνεῖτὸ ἀπὸ τοῦ καινοῦ.
37 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ νέος οἶνοςτοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.
38 Ἀλλὰοἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, καὶ ἀμφότεροι συντηροῦνται.
39 Καὶοὐδεὶς πιὼν παλαιὸν εὐθέωςθέλει νέον, λέγει γάρ, ‹Ὁ παλαιὸς χρηστότερόςἐστιν.› »