Lucas 4

GRC_F35

1 Ἰησοῦς δέ, πλήρης Πνεύματος Ἁγίου,ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον,

2 ἡμέρας τεσσαράκονταπειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ὕστερονἐπείνασεν.

3 Καὶ εἶπεναὐτῷ ὁ διάβολος, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.»

4 Καὶ ἀπεκρίθη Ἰησοῦς πρὸς αὐτὸν λέγων,«Γέγραπται ὅτι ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεταιἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι Θεοῦ.› »

5 Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλόν,ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.

6 Καὶ εἶπεν αὐτῷ ὁ διάβολος· «Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν.

7 Σὺ οὖν, ἐὰν προσκυνήσῃςἐνώπιον ἐμοῦ,ἔσται σοὶπᾶσα.»

8 Καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς·«Ὕπαγε ὀπίσω μου, Σατανᾶ·γέγραπται,‹Προσκυνήσεις Κύριον τὸν Θεόν σου,καὶ αὐτῷ μόνῳ λατρεύσεις.› »

9 Καὶ ἤγαγεναὐτὸν εἰς Ἱερουσαλὴμκαὶ ἔστησεν αὐτὸνἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· «ΕἰΥἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθενκάτω·

10 γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,›

11 καί,‹Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› »

12 Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι «Εἴρηται, ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› »

13 Καὶ συντελέσας πάντα πειρασμόν, ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ.

14 Καὶ ὑπέστρεψεν ὁἸησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ·

15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

16 Καὶ ἦλθεν εἰς τὴνΝαζαρέτ,οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθεν, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.

17 Καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου·καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον·

18 «Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκενἔχρισέν με εὐαγγελίσασθαιπτωχοῖς. Ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν,κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,

19 κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.»

20 Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισεν.Καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσανἀτενίζοντες αὐτῷ.

21 Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι «Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.»

22 (Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ· καὶ ἔλεγον, «Οὐχοὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;»)

23 Καὶ εἶπεν πρὸς αὐτούς· «Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ‹Ἰατρέ, θεράπευσον σεαυτόν›—ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇΚαπερναοὺμποίησον καὶ ὧδεἐν τῇ πατρίδι σου.»

24 Εἶπεν δέ· «Ἀμὴν λέγω ὑμῖνὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.

25 Ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν,πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·

26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτατῆς Σιδῶνος,πρὸς γυναῖκα χήραν.

27 Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισσαίουτοῦ προφήτου ἐν τῷ Ἰσραήλ·καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰνὁ Σύρος.»

28 Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,

29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕωςὀφρύος τοῦ ὄρους ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο,εἰς τὸκατακρημνίσαι αὐτόν.

30 Αὐτὸς δέ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.

31 Καὶ κατῆλθενεἰς Καπερναούμ,πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν.

32 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.

33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου· καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ

34 λέγων·«Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ.»

35 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, «Φιμώθητι, καὶ ἔξελθε ἐξαὐτοῦ.» Καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰςμέσον, ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.

36 Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· «Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται.»

37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

38 Ἀναστὰς δὲ ἐκτῆς συναγωγῆςεἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. Πενθερὰ δὲτοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.

39 Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν. Παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

40 Δύνοντοςδὲ τοῦ ἡλίου, πάντεςὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶςἐθεράπευσεναὐτούς.

41 Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντακαὶ λέγοντα ὅτι «Σὺ εἶ ὁ Χριστός,ὁ Υἱὸς τοῦ Θεοῦ.» Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν Χριστὸν αὐτὸν εἶναι.

42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐζήτουναὐτὸν καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾿ αὐτῶν.

43 Ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι «Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, ὅτι εἰςτοῦτο ἀπέσταλμαι.»

44 Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖςτῆς Γαλιλαίας.

Ler em outra tradução

Comparar lado a lado