Lucas 10

GRC_F35

1 Μετὰ δὲ ταῦτα, ἀνέδειξεν ὁ Κύριος καὶἑτέρους ἑβδομήκοντα,καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύοπρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεναὐτὸς ἔρχεσθαι.

2 Ἔλεγεν οὖνπρὸς αὐτούς· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάταςεἰς τὸν θερισμὸν αὐτοῦ.

3 »Ὑπάγετε· ἰδού, ἐγὼἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.

4 Μὴ βαστάζετε βαλάντιον,μὴ πήραν, μὴὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.

5 Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε,πρῶτον λέγετε, ‹Εἰρήνη τῷ οἴκῳ τούτῳ.›

6 Καὶ ἐὰν μὲνᾖ ἐκεῖυἱὸςεἰρήνης, ἐπαναπαύσεταιἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾿ ὑμᾶς ἀνακάμψει.

7 Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν.Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.

8 »Καὶ εἰς ἣν δ᾿ ἂνπόλιν εἰσέρχησθε, καὶ δέχωνταιὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν.

9 Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς, ‹Ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.›

10 Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε,καὶ μὴ δέχωνταιὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·

11 ‹Καὶ τὸν κονιορτὸν τὸνκολληθέντα ἡμῖν ἐκτῆς πόλεως ὑμῶνἀπομασσόμεθα ὑμῖν. Πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶςἡ βασιλεία τοῦ Θεοῦ.›

12 Λέγωὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.

13 »Οὐαί σοι, Χωραζίν,οὐαί σοι, Βηθσαϊδά·ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντοαἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναιμετενόησαν.

14 Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.

15 Καὶ σύ, Καπερναούμ,ἡἕως τοῦοὐρανοῦ ὑψωθεῖσα,ἕωςᾍδουκαταβιβασθήσῃ.

16 »Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.»

17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶςλέγοντες, «Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.»

18 Εἶπεν δὲ αὐτοῖς· «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.

19 Ἰδού, δίδωμιὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.

20 Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφηἐν τοῖς οὐρανοῖς.»

21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦςκαὶ εἶπεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκίαἔμπροσθέν σου.»

22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν·«Πάντα μοι παρεδόθηὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς γινώσκειτίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.»

23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπεν· «Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.

24 Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον,καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.»

25 Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν καὶλέγων, «Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;»

26 Ὁ δὲ εἶπεν πρὸς αὐτόν· «Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;»

27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆςκαρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆςσου, καὶ ἐξ ὅλης τῆς ἰσχύοςσου, καὶ ἐξ ὅλης τῆς διανοίαςσου, καί, τὸν πλησίον σου ὡς σεαυτόν.»

28 Εἶπεν δὲ αὐτῷ, «Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.»

29 Ὁ δέ, θέλων δικαιοῦνἑαυτόν, εἶπεν πρὸς τὸν Ἰησοῦν, «Καὶ τίς ἐστίν μου πλησίον;»

30 Ὑπολαβὼν δὲὁ Ἰησοῦς εἶπεν· «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντεςαὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα.

31 Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.

32 Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενοςκατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼνἀντιπαρῆλθεν.

33 Σαμαρείτηςδέ τις, ὁδεύων, ἦλθεν κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸνἐσπλαγχνίσθη·

34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸνεἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ.

35 Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών,ἐκβαλὼν δύο δηνάρια, ἔδωκεντῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ,‹Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.›

36 Τίς οὖντούτων τῶν τριῶν πλησίον, δοκεῖ σοι,γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;»

37 Ὁ δὲ εἶπεν, «Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ.» Εἶπεν οὖναὐτῷ ὁ Ἰησοῦς, «Πορεύου καὶ σὺ ποίει ὁμοίως.»

38 Ἐγένετο δὲ ἐντῷ πορεύεσθαι αὐτούς, καὶαὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.

39 Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία,ἣκαὶ παρακαθίσασαπαρὰτοὺς πόδας τοῦ Ἰησοῦἤκουεν τῶν λόγωναὐτοῦ.

40 Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· «Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπενδιακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.»

41 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ·«Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃπερὶ πολλά,

42 ἑνὸς δέ ἐστιν χρεία. Μαρίαδὲτὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿αὐτῆς.»

Ler em outra tradução

Comparar lado a lado