Lucas 11

GRC_F35

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, «Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.»

2 Εἶπεν δὲ αὐτοῖς· «Ὅταν προσεύχησθελέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷκαὶ ἐπὶ τῆς γῆς.

3 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν·

4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμενπαντὶὀφείλοντι ἡμῖν. Καί, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.»

5 Καὶ εἶπεν πρὸς αὐτούς· «Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃαὐτῷ, ‹Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,

6 ἐπειδὴ φίλοςπαρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ›·

7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, ‹Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι›;

8 Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον,διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσονχρῄζει.

9 »Κἀγὼ ὑμῖν λέγω· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεταιὑμῖν.

10 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

11 Τίνα δὲὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσειαὐτῷ;Ἢ καὶἰχθύν, μὴἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;

12 Ἢ καὶ ἐὰναἰτήσῃᾠόν, μὴἐπιδώσει αὐτῷ σκορπίον;

13 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὑπάρχοντες,,οἴδατε δόματα ἀγαθὰδιδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦδώσει Πνεῦμα Ἅγιοντοῖς αἰτοῦσιν αὐτόν.»

14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦνκωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασανοἱ ὄχλοι.

15 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, «Ἐν Βεελζεβούλ,ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.»

16 Ἕτεροι δὲ πειράζοντες, σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.

17 Αὐτὸς δέ, εἰδὼς αὐτῶν τὰ διανοήματα,εἶπεν αὐτοῖς· «Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσαἐρημοῦται, καὶ οἶκος ἐπὶοἶκον πίπτει.

18 Εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη,πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ;—ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν μετὰ δαιμόνια.

19 Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;Διὰ τοῦτο κριταὶ αὐτοὶ ὑμῶν ἔσονται.

20 Εἰ δὲ ἐν δακτύλῳ Θεοῦἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.

21 »Ὅταν ὁ ἰσχυρός, καθωπλισμένος, φυλάσσῃτὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ.

22 Ἐπὰν δὲ ὁἰσχυρότερος αὐτοῦ ἐπελθών, νικήσῃαὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.

23 »Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.

24 »Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκονλέγει, ‹Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.›

25 Καὶ ἐλθὸνεὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.

26 Τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα, πονηρότερα ἑαυτοῦ,καὶ ἐλθόντακατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.»

27 Ἐγένετο δέ,ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴνἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, «Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.»

28 Αὐτὸς δὲ εἶπεν, «Μενοῦν γε,μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.»

29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ἤρξατο λέγειν· «Ἡ γενεὰ αὕτηπονηρά ἐστιν. Σημεῖον ἐπιζητεῖ,καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.

30 Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις,οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.

31 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος,καὶ ἰδού, πλεῖον Σολομῶνοςὧδε.

32 Ἄνδρες Νινευῒἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.

33 »Οὐδεὶς δὲλύχνον ἅψας, εἰς κρυπτὴντίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον,ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγοςβλέπωσιν.

34 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.Ὅταν οὖνὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,ὅλον τὸ σῶμά σου φωτεινόνἐστιν.Ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.

35 Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

36 Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέροςσκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.»

37 Ἐν δὲ τῷ λαλῆσαι,ἠρώτααὐτὸν Φαρισαῖός τιςὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ. Εἰσελθὼν δὲ ἀνέπεσεν.

38 Ὁ δὲ Φαρισαῖος, ἰδών, ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.

39 Εἶπεν δὲ ὁ Κύριος πρὸς αὐτόν· «Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.

40 Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;

41 Πλήν, τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντακαθαρὰ ὑμῖν ἐστιν.

42 »Ἀλλ᾿οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ. Ταῦταἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.

43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

44 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί,ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποιπεριπατοῦντες ἐπάνω οὐκ οἴδασιν.»

45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, «Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.»

46 Ὁ δὲ εἶπεν· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.

47 Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.

48 Ἄρα μαρτυρεῖτεκαὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.

49 Διὰ τοῦτο καὶ ‹ἡ σοφία τοῦ Θεοῦ› εἶπεν· ‹Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ἐκδιώξουσιν,›

50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενονἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,

51 ἀπὸ τοῦαἵματος Ἄβελἕως τοῦαἵματος Ζαχαρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.

52 Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε,καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.»

53 Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς,ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς συνέχεινκαὶ ἀποστοματίζειναὐτὸν περὶ πλειόνων,

54 ἐνεδρεύοντες αὐτόν, ζητοῦντεςθηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.

Ler em outra tradução

Comparar lado a lado