1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστεκαταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· «Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2 Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
3 Ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοιςκηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 »Λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντωντὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόντι ποιῆσαι.
5 Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε—φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν ἔχονταἐμβαλεῖν εἰς τὴν Γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6 Οὐχὶ πέντε στρουθία πωλεῖταιἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.
7 Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖνφοβεῖσθε· πολλῶστρουθίων διαφέρετε.
8 »Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ.
9 Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11 Ὅταν δὲ προσφέρωσινὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτεπῶς ἢ τί ἀπολογήσεσθε,ἢ τί εἴπητε.
12 Τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.»
13 Εἶπεν δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου,«Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾿ ἐμοῦ τὴν κληρονομίαν.»
14 Ὁ δὲ εἶπεν αὐτῷ, «Ἄνθρωπε, τίς με κατέστησεν δικαστὴν ἢ μεριστὴνἐφ᾿ ὑμᾶς;»
15 Εἶπεν δὲ πρὸς αὐτούς, «Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆςπλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.»
16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
17 Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, ‹Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;›
18 Καὶ εἶπεν· ‹Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματάμουκαὶ τὰ ἀγαθά μου.
19 Καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.›
20 Εἶπεν δὲ αὐτῷ ὁ Θεός· ‹Ἄφρον,ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;›
21 Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν.»
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ·«Διὰ τοῦτο λέγω ὑμῖν,μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν,τί φάγητε· μηδὲ τῷ σώματι,τί ἐνδύσεσθε.
23 Ἡψυχὴ πλείωνἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24 Κατανοήσατε τοὺς κόρακας· ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖονοὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦπῆχυν ἕνα;
26 Εἰ οὖν οὔτεἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 »Κατανοήσατε τὰ κρίνα, πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγωὑμῖν,οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28 Εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντακαὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν,πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29 Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢτί πίητε, καὶ μὴ μετεωρίζεσθε.
30 Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ,ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31 Πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ,καὶ ταῦτα πάνταπροστεθήσεται ὑμῖν.
32 »Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντιαμὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει.
34 Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 »Ἔστωσαν ὑμῶν αἱ ὀσφύεςπεριεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι,
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν,πότε ἀναλύσειἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38 Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
39 Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδειὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶοὐκ ἂνἀφῆκεν διορυγῆναιτὸν οἶκον αὐτοῦ.
40 Καὶ ὑμεῖς οὖνγίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.»
41 Εἶπεν δὲ αὐτῷὁ Πέτρος, «Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;»
42 Εἶπεν δὲὁ Κύριος· «Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶφρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸσιτομέτριον;
43 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
44 Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‹Χρονίζει ὁ κύριός μου ἔρχεσθαι,›καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 »Ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ,καὶ μὴ ἑτοιμάσας μηδὲποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς.
48 Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 »Πῦρ ἦλθον βαλεῖν εἰςτὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
50 Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗτελεσθῇ.
51 Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν.
52 Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶδιαμεμερισμένοι· τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν.
53 Διαμερισθήσεταιπατὴρ ἐπὶυἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶκαὶ θυγάτηρ ἐπὶ μητρί,πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.»
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· «Ὅταν ἴδητε τὴννεφέλην ἀνατέλλουσαν ἀπὸδυσμῶν, εὐθέως λέγετε,‹Ὄμβρος ἔρχεται,› καὶ γίνεται οὕτως.
55 Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι ‹Καύσων ἔσται,› καὶ γίνεται.
56 Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆςοἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸντοῦτον πῶς οὐ δοκιμάζετε;
57 Τί δέ, καὶ ἀφ᾿ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον;
58 »Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷτῷ πράκτορι, καὶ ὁ πράκτωρ βάλῃσεεἰς φυλακήν.
59 Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗκαὶ τὸἔσχατον λεπτὸν ἀποδῷς.»