Lucas 13

GRC_F35

1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.

2 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦςεἶπεν αὐτοῖς· «Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦταπεπόνθασιν;

3 Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτεπάντες ὡσαύτωςἀπολεῖσθε.

4 Ἢ ἐκεῖνοι οἱ δέκα καὶὀκτὼ ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς· δοκεῖτε ὅτι οὗτοιὀφειλέται ἐγένοντο παρὰ πάνταςἀνθρώπους τοὺς κατοικοῦντας ἐνἹερουσαλήμ;

5 Οὐχί, λέγω ὑμῖν· ἀλλ᾿ ἐὰν μὴ μετανοῆτεπάντες ὁμοίωςἀπολεῖσθε.»

6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· «Συκῆν εἶχέν τιςἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην,καὶ ἦλθεν ζητῶν καρπὸνἐν αὐτῇ καὶ οὐχ εὗρεν.

7 Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· ‹Ἰδού, τρία ἔτηἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. Ἔκκοψοναὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;›

8 Ὁ δὲ ἀποκριθεὶς λέγειαὐτῷ, ‹Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια,

9 κἂν μὲν ποιήσῃκαρπόν—εἰ δὲ μήγε, εἰς τὸ μέλλονἐκκόψειςαὐτήν.› »

10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.

11 Καὶ ἰδού, γυνὴ ἦνπνεῦμα ἔχουσα ἀσθενείαςἔτη δέκα καὶὀκτώ—καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές.

12 Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, «Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.»

13 Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη,καὶ ἐδόξαζεν τὸν Θεόν.

14 Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷσαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ,«Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταιςοὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.»

15 Ἀπεκρίθη οὖναὐτῷ ὁ Κύριος καὶ εἶπεν· «Ὑποκριταί,ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;

16 Ταύτην δέ, θυγατέρα Ἁβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;»

17 Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

18 Ἔλεγεν δέ·«Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;

19 Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ,καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον μέγα,καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.»

20 Πάλινεἶπεν· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;

21 Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψενεἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.»

22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.

23 Εἶπεν δέ τις αὐτῷ, «Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι;» Ὁ δὲ εἶπεν πρὸς αὐτούς·

24 «Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης,ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.

25 Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‹Κύριε, Κύριε,ἄνοιξον ἡμῖν›· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‹Οὐκ οἶδα ὑμᾶς· πόθεν ἐστέ;›

26 τότε ἄρξεσθελέγειν, ‹Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.›

27 Καὶ ἐρεῖ· ‹Λέγωὑμῖν, οὐκ οἶδα ὑμᾶςπόθεν ἐστέ. Ἀπόστητε ἀπ᾿ ἐμοῦ, πάντες οἱἐργάται τῆςἀδικίας.›

28 »Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθεἉβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.

29 Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶβορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονταιἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

30 Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.»

31 Ἐν αὐτῇ τῇ ἡμέρᾳπροσῆλθόντινες Φαρισαῖοι λέγοντες αὐτῷ, «Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλεισε ἀποκτεῖναι.»

32 Καὶ εἶπεν αὐτοῖς· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ‹Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶσήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.›

33 Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.

34 »Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσατοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνιςτὴν ἑαυτῆς νοσσιὰνὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.

35 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.Λέγω δὲὑμῖν ὅτιοὐ μή με ἴδητεἕως ἂν ἥξει ὅτεεἴπητε, ‹Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.› »

Ler em outra tradução

Comparar lado a lado