Lucas 14

GRC_F35

1 Καὶ ἐγένετο, ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶνΦαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.

2 Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.

3 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, «Εἰἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;»

4 Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.

5 Καὶ ἀποκριθεὶςπρὸς αὐτοὺς εἶπεν,«Τίνος ὑμῶν, υἱὸςἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται,καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇἡμέρᾳ τοῦ σαββάτου;»

6 Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷπρὸς ταῦτα.

7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·

8 «Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇςεἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ,

9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ, ‹Σύ,δὸς τούτῳ τόπον›· καὶ τότε ἄρξῃ, μετ᾿αἰσχύνης, τὸν ἔσχατον τόπον κατέχειν.

10 Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσεεἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, εἴπῃσοι, ‹Φίλε, προσανάβηθι ἀνώτερον.› Τότε ἔσται σοι δόξα ἐνώπιοντῶν συνανακειμένων σοι.

11 Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»

12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· «Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσιν,καὶ γένηταίσοι ἀνταπόδομα.

13 Ἀλλ᾿ ὅταν ποιῇς δοχήν,κάλει πτωχούς, ἀναπήρους,χωλούς, τυφλούς·

14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι—ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.»

15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, «Μακάριος ὃςφάγεται ἄριστονἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»

16 Ὁ δὲ εἶπεν αὐτῷ· «Ἄνθρωπός τις ἐποίησενδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς·

17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ‹Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν πάντα.›

18 Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.Ὁ πρῶτος εἶπεν αὐτῷ· ‹Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.›

19 Καὶ ἕτερος εἶπεν· ‹Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον.›

20 Καὶ ἕτερος εἶπεν, ‹Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.›

21 Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνοςἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ‹Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρουςκαὶ τυφλοὺς καὶ χωλοὺςεἰσάγαγε ὧδε.›

22 Καὶ εἶπεν ὁ δοῦλος, ‹Κύριε, γέγονεν ὡςἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.›

23 Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ‹Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκος μου.

24 Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.› »

25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·

26 «Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦκαὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲκαὶ τὴν ἑαυτοῦ ψυχήν,οὐ δύναταί μου εἶναι μαθητής.

27 Καὶ ὅστιςοὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ,καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μουμαθητής.

28 »Τίς γὰρ ἐξ ὑμῶν, ὁ θέλωνπύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰπρὸςἀπαρτισμόν;

29 Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντοςἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνταιἐμπαίζειν αὐτῷ,

30 λέγοντες ὅτι ‹Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.›

31 »Ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖεἰς πόλεμον, οὐχὶ καθίσας πρῶτονβουλεύεταιεἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαιτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν;

32 Εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.

33 »Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται μου εἶναιμαθητής.

34 Καλὸντὸ ἅλας· ἐὰν δὲτὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;

35 Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.»

Ler em outra tradução

Comparar lado a lado