Lucas 15

GRC_F35

1 Ἦσαν δὲ ἐγγίζοντες αὐτῷπάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.

2 Καὶ διεγόγγυζον οἱΦαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι «Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.»

3 Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·

4 «Τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν,οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕωςεὕρῃ αὐτό;

5 Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦχαίρων.

6 Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖτοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.›

7 Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.

8 »Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτουεὕρῃ;

9 Καὶ εὑροῦσα, συγκαλεῖταιτὰς φίλας καὶ τὰςγείτονας λέγουσα, ‹Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.›

10 Οὕτως, λέγω ὑμῖν, χαρὰ γίνεταιἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.»

11 Εἶπεν δέ· «Ἄνθρωπός τις εἶχεν δύο υἱούς.

12 Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, ‹Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.› Καὶδιεῖλεν αὐτοῖς τὸν βίον.

13 Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας, συναγαγὼν ἅπαντα,ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.

14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸςκατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατοὑστερεῖσθαι.

15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·

16 καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸτῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.

17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν·‹Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσινἄρτων, ἐγὼ δὲ λιμῷἀπόλλυμαι·

18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,

19 καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.›

20 »Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ.Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη· καὶ δραμὼν ἐπέπεσενἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.

21 Εἶπεν δὲ αὐτῷ ὁ υἱός,‹Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.›

22 Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ·‹Ἐξενέγκατε τὴνστολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας.

23 Καὶ ἐνέγκαντεςτὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν·

24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, καὶἀπολωλὼς ἦνκαὶ εὑρέθη.›Καὶ ἤρξαντο εὐφραίνεσθαι.

25 »Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν·

26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων,ἐπυνθάνετο τίεἴη ταῦτα.

27 Ὁ δὲ εἶπεν αὐτῷ ὅτι ‹Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.›

28 Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖνπατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.

29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί·‹Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.

30 Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.›

31 Ὁ δὲ εἶπεν αὐτῷ· ‹Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.

32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν,καὶἀπολωλὼςἦνκαὶ εὑρέθη.› »

Ler em outra tradução

Comparar lado a lado