1 Ἔλεγεν δὲ καὶπρὸς τοὺς μαθητὰς αὐτοῦ·«Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2 Καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· ‹Τί τοῦτο ἀκούω περὶ σοῦ; Ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δυνήσῃ ἔτιοἰκονομεῖν.›
3 Εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· ‹Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; Σκάπτειν οὐκ ἰσχύω· ἐπαιτεῖν αἰσχύνομαι—
4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶτῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.›
5 Καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶντοῦ κυρίου ἑαυτοῦ,ἔλεγεν τῷ πρώτῳ, ‹Πόσον ὀφείλειςτῷ κυρίῳ μου;›
6 Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν βάτους ἐλαίου.› Καὶεἶπεν αὐτῷ, ‹Δέξαι σου τὸ γράμμακαὶ καθίσας ταχέως γράψον πεντήκοντα.›
7 Ἔπειτα ἑτέρῳ εἶπεν, ‹Σὺ δὲ πόσον ὀφείλεις;› Ὁ δὲ εἶπεν, ‹Ἑκατὸν κόρους σίτου.› Καὶ λέγειαὐτῷ, ‹Δέξαι σου τὸ γράμμακαὶ γράψον ὀγδοήκοντα.›
8 Καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν. Ὅτι οἱυἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
9 »Κἀγὼὑμῖν λέγω, ποιήσατε ἑαυτοῖςφίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλείπητε,δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11 Εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12 Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
13 Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.»
14 Ἤκουον δὲ ταῦτα πάντα καὶοἱ Φαρισαῖοι, φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
15 Καὶ εἶπεν αὐτοῖς· «Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν. Ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.
16 Ὁ νόμος καὶ οἱ προφῆται ἕωςἸωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 »Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει,καὶ πᾶς ὁἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 »Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς.
20 Πτωχὸς δέ τις ἦνὀνόματι Λάζαρος, ὃςἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, ἡλκωμένος,
21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντωνἀπὸ τῆς τραπέζης τοῦ πλουσίου—ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχοντὰ ἕλκη αὐτοῦ.
22 Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦἉβραάμ. »Ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 Καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸνἉβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
24 Καὶ αὐτὸς φωνήσας εἶπεν, ‹Πάτερ Ἁβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου· ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.›
25 Εἶπεν δὲ Ἁβραάμ· ‹Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σουἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδεπαρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
26 Καὶ ἐπὶπᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθενπρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.›
27 Εἶπεν δέ, ‹Ἐρωτῶ οὖν σε,πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.›
29 ΛέγειαὐτῷἉβραάμ, ‹Ἔχουσι Μωσέακαὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.›
30 Ὁ δὲ εἶπεν, ‹Οὐχί, πάτερ Ἁβραάμ—ἀλλ᾿ ἐάν τις ἀπὸνεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.›
31 Εἶπεν δὲ αὐτῷ, ‹Εἰ Μωσέωςκαὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.› »