1 Εἶπεν δὲπρὸς τοὺς μαθητάς·«Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα,οὐαὶ δὲδι᾿ οὗ ἔρχεται.
2 Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸςπερίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
3 Προσέχετε ἑαυτοῖς· ἐὰν δὲἁμάρτῃ εἰς σὲὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ,ἄφες αὐτῷ.
4 Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃεἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέραςἐπιστρέψῃ,λέγων, ‹Μετανοῶ,› ἀφήσεις αὐτῷ.»
5 Καὶ εἶπονοἱ ἀπόστολοι τῷ Κυρίῳ, «Πρόσθες ἡμῖν πίστιν.»
6 Εἶπεν δὲ ὁ Κύριος· «Εἰ εἴχετεπίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ,‹Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ,› καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 »Τίς δὲ ἐξ ὑμῶν, δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ, ἐρεῖεὐθέως, ‹Παρελθὼν ἀνάπεσε›;
8 Ἀλλ᾿ οὐχὶ ἐρεῖ αὐτῷ, ‹Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕωςφάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ›;
9 Μὴ χάριν ἔχειτῷ δούλῳ ἐκείνῳὅτι ἐποίησεν τὰ διαταχθέντα; Οὐ δοκῶ.
10 Οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι ‹Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὅτιὃ ὠφείλομενποιῆσαι πεποιήκαμεν.› »
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸνεἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσουΣαμαρείας καὶ Γαλιλαίας.
12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷδέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν.
13 Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, «Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.»
14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν·
16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ—καὶ αὐτὸς ἦν Σαμαρείτης.
17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέαποῦ;
18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.»
19 Καὶ εἶπεν αὐτῷ, «Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.»
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· «Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως·
21 οὐδὲ ἐροῦσιν, ‹Ἰδοὺ ὧδε,› ἤ,‹Ἰδοὺἐκεῖ›· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.»
22 Εἶπεν δὲπρὸς τοὺς μαθητάς· «Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετεμίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
23 Καὶ ἐροῦσιν ὑμῖν, ‹Ἰδοὺ ὧδε,› ἤ, ‹Ἰδοὺ ἐκεῖ.›Μὴ ἀπέλθητε μηδὲ διώξητε.
24 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡἀστράπτουσα ἐκ τῆς ὑπ᾿οὐρανὸν εἰς τὴν ὑπ᾿ οὐρανὸν λάμπει, οὕτως ἔσταιὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραιςΝῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
27 Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο,ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας.
28 Ὁμοίως καὶ ὡςἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν—
29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾿ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας.
30 Κατὰ ταῦταἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται.
31 »Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν τῷἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 Μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαιἀπολέσειαὐτήν, καὶ ὃς ἐὰνἀπολέσῃαὐτὴνζωογονήσει αὐτήν.
34 Λέγω ὑμῖν· ταύτῃ τῇ νυκτὶ δύο ἔσονταιἐπὶ κλίνης μιᾶς·εἷς παραληφθήσεταικαὶ ὁ ἕτερος ἀφεθήσεται.
35 Δύο ἔσονταιἀλήθουσαι ἐπὶ τὸ αὐτό·μία παραληφθήσεταικαὶ ἡἑτέρα ἀφεθήσεται.»
37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, «Ποῦ, Κύριε;» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ὅπου τὸ σῶμα,ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.»