1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγοναὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, «Τοῦτον εὕρομενδιαστρέφοντα τὸ ἔθνος,καὶ κωλύοντα Καίσαρι φόρουςδιδόναι,λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.»
3 Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεναὐτὸν λέγων, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, «Σὺ λέγεις.»
4 Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους,«Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.»
5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι «Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας,ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.»
6 Πιλᾶτος δὲ ἀκούσας ‹Γαλιλαίαν,›ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν.
7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ θέλων ἐξ ἱκανοῦἰδεῖν αὐτόν, διὰ τὸ ἀκούεινπολλὰπερὶ αὐτοῦ· καὶ ἤλπιζέν τισημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον.
9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς,εὐτόνως κατηγοροῦντες αὐτοῦ.
11 Ἐξουθενήσας δὲ αὐτὸνὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸνἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
12 (Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδηςἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων—προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.)
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν,
14 εἶπεν πρὸς αὐτούς· «Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντατὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲνεὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ.
15 Ἀλλ᾿ οὐδὲ Ἡρῴδης (ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν)·καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.»
17 (Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.)
18 Ἀνέκραξανδὲ παμπληθεὶλέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖνΒαραββᾶν»—
19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν.
20 Πάλιν οὖνὁ Πιλᾶτος προσεφώνησεν,θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 Οἱ δὲ ἐπεφώνουν λέγοντες· «Σταύρωσον, σταύρωσοναὐτόν.»
22 Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· «Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιονθανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.»
23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν, καὶ τῶν ἀρχιερέων.
24 Ὁ δὲΠιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
25 Ἀπέλυσεν δὲτὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴνφυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου (ἐρχομένουἀπ᾿ ἀγροῦ), ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεντοῦ Ἰησοῦ.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦςεἶπεν· «Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ· πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‹Μακάριαι αἱ στεῖραι, καὶκοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.›
30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, ‹Πέσετε ἐφ᾿ ἡμᾶς,› καὶ τοῖς βουνοῖς, ‹Καλύψατε ἡμᾶς.›
31 Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;»
32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο, κακοῦργοι,σὺν αὐτῷ ἀναιρεθῆναι.
33 Καὶ ὅτε ἀπῆλθονἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
34 Ὁ δὲ Ἰησοῦς ἔλεγεν, «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν»·διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλονκλῆρον.
35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖςλέγοντες, «Ἄλλους ἔσωσεν· σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός.»
36 Ἐνέπαιζονδὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶὄξος προσφέροντες αὐτῷ,
37 καὶ λέγοντες, «Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.»
38 Ἦν δὲ καὶἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ,γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς·ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, «Εἰσὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.»
40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμααὐτῷ λέγων·«Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.»
42 Καὶ ἔλεγεν τῷἸησοῦ, «Μνήσθητί μου, Κύριε,ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳσου.»
43 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς,«Ἀμὴν λέγω σοι,σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.»
44 Ἦν δὲὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
45 Καὶ ἐσκοτίσθη ὁ ἥλιος·καὶ ἐσχίσθητὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
46 Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ Ἰησοῦς εἶπεν, «Πάτερ, εἰς χεῖράς σου παραθήσομαιτὸ πνεῦμά μου.» Καὶ ταῦταεἰπὼν ἐξέπνευσεν.
47 Ἰδὼν δὲ ὁ ἑκατόνταρχοςτὸ γενόμενον, ἐδόξασεντὸν Θεὸν λέγων, «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.»
48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα,τύπτοντες ἑαυτῶντὰ στήθη ὑπέστρεφον.
49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦμακρόθεν,καὶ γυναῖκες αἱ συνακολουθήσασαιαὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων,ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
51 (οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἀριμαθαίας,πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸςτὴν βασιλείαν τοῦ Θεοῦ·
52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
53 Καὶ καθελὼν αὐτὸἐνετύλιξεν αὐτὸσινδόνι, καὶ ἔθηκεν αὐτὸἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶςκείμενος.
54 Καὶ ἡμέρα ἦν Παρασκευή·σάββατονἐπέφωσκεν.
55 Κατακολουθήσασαι δὲγυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας,ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.