Lucas 24

GRC_F35

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος,ἦλθον ἐπὶ τὸ μνῆμαφέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς.

2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου·

3 καὶ εἰσελθοῦσαιοὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.

4 Καὶ ἐγένετο, ἐν τῷ διαπορεῖσθαιαὐτὰς περὶ τούτου, καὶ ἰδού, ἄνδρες δύοἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.

5 Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπονεἰς τὴν γῆν, εἶπονπρὸς αὐτάς· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

6 Οὐκ ἔστιν ὧδε, ἀλλ᾿ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,

7 λέγων ὅτι ‹Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπουπαραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.› »

8 Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ.

9 Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντατοῖς ἕνδεκα, καὶ πᾶσιν τοῖς λοιποῖς.

10 Ἦσαν δὲἡ ΜαγδαληνὴΜαρία καὶ Ἰωάννα καὶ Μαρία ἡἸακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.

11 Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν,καὶ ἠπίστουν αὐταῖς.

12 (Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα·καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.)

13 Καὶ ἰδού, δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳεἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.

14 Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.

15 Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁἸησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.

16 Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.

17 Εἶπεν δὲ πρὸς αὐτούς, «Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστεσκυθρωποί;»

18 Ἀποκριθεὶς δὲ ὁεἷς ᾧ ὄνομαΚλεόπας,εἶπεν πρὸς αὐτόν, «Σὺ μόνος παροικεῖςἹερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;»

19 Καὶ εἶπεν αὐτοῖς, «Ποῖα;» Οἱ δὲ εἶποναὐτῷ· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου,ὡςἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,

20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.

21 Ἡμεῖς δὲ ἠλπίζομενὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γεσὺν πᾶσιν, τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερονἀφ᾿ οὗ ταῦτα ἐγένετο.

22 Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς—γενόμεναι ὄρθριαιἐπὶ τὸ μνημεῖον,

23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.

24 Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.»

25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· «Ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·

26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;»

27 Καὶ ἀρξάμενος ἀπὸ Μωσέως,καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεναὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.

28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτοπορρωτέρωπορεύεσθαι.

29 Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, «Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικενἡ ἡμέρα.» Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.

30 Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.

31 Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.

32 Καὶ εἶπονπρὸς ἀλλήλους, «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖνὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;»

33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένουςτοὺς ἕνδεκα· καὶ τοὺς σὺν αὐτοῖς,

34 λέγοντας ὅτι «Ἠγέρθη ὁ Κύριος ὄντως,καὶ ὤφθη Σίμωνι.»

35 Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

36 Ταῦτα δὲ αὐτῶν λαλούντων, καὶαὐτὸς ὁ Ἰησοῦςἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν.»

37 Πτοηθέντες δέ, καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν.

38 Καὶ εἶπεν αὐτοῖς· «Τί τεταραγμένοι ἐστέ;» καὶ «Διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαιςὑμῶν;

39 Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι·ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.»

40 Καὶ τοῦτο εἰπὼν ἐπέδειξεναὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.

41 Ἔτι δὲ ἀπιστούντων αὐτῶν, ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, «Ἔχετέ τι βρώσιμον ἐνθάδε;»

42 Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσείουκηρίου.

43 Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44 Εἶπεν δὲ αὐτοῖς,«Οὗτοι οἱ λόγοιοὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ Νόμῳ ΜωσέωςκαὶΠροφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ.»

45 Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς.

46 Καὶ εἶπεν αὐτοῖς ὅτι «Οὕτως γέγραπται, καὶ οὕτως ἔδειπαθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,

47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενονἀπὸ Ἱερουσαλήμ.

48 Ὑμεῖς δέἐστε μάρτυρεςτούτων.

49 Καὶ ἰδού,ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.»

50 Ἐξήγαγεν δὲ αὐτοὺς ἔξωἕως εἰςΒηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.

51 Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.

52 Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·

53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶεὐλογοῦντες τὸν Θεόν. Ἀμήν.,,

Ler em outra tradução

Comparar lado a lado