1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.
2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 Εἰσῆλθεν δὲ ὁΣατανᾶς εἰς Ἰούδαν (τὸν ἐπικαλούμενονἸσκαριώτην), ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
4 Καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶστρατηγοῖς τὸ πῶς αὐτὸν παραδῶ αὐτοῖς.
5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριαδοῦναι.
6 Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐνᾗ ἔδει θύεσθαι τὸ Πάσχα.
8 Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, «Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.»
9 Οἱ δὲ εἶποναὐτῷ, «Ποῦ θέλεις ἑτοιμάσομεν;»
10 Ὁ δὲ εἶπεν αὐτοῖς· «Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗεἰσπορεύεται.
11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‹Λέγει σοι ὁ Διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;›
12 Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιονμέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.»
13 Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεναὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ δώδεκαἀπόστολοι σὺν αὐτῷ.
15 Καὶ εἶπεν πρὸς αὐτούς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν.
16 Λέγω γὰρ ὑμῖν ὅτι οὐκέτιοὐ μὴ φάγω ἐξ αὐτοῦἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»
17 Καὶ δεξάμενοςποτήριον εὐχαριστήσας εἶπεν· «Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς.
18 Λέγω γὰρ ὑμῖν ὅτιοὐ μὴ πίωἀπὸ τοῦ γενήματοςτῆς ἀμπέλου ἕως ὅτουἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.»
19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, «Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.»
20 Ὡσαύτως καὶ τὸ ποτήριον,μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
21 »Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22 Καὶὁ μὲν Υἱὸςτοῦ Ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον,πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται.»
23 (Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.)
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25 Ὁ δὲ εἶπεν αὐτοῖς· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιναὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
26 Ὑμεῖς δὲ οὐχοὕτως—ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γενέσθωὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶνὡς ὁ διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου.
29 Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν,
30 ἵνα ἐσθίητεκαὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου·καὶ καθίσεσθεἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰςτοῦ Ἰσραήλ.»
31 Εἶπεν δὲ ὁ Κύριος·«Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαιὡς τὸν σῖτον.
32 Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃἡ πίστις σου· καὶ σύ, ποτὲ ἐπιστρέψας, στήριξοντοὺς ἀδελφούς σου.»
33 Ὁ δὲ εἶπεν αὐτῷ, «Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.»
34 Ὁ δὲ εἶπεν, «Λέγω σοι, Πέτρε, οὐ μὴφωνήσῃσήμερον ἀλέκτωρ πρὶν ἢτρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.»
35 Καὶ εἶπεν αὐτοῖς, «Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίουκαὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;»Οἱ δὲ εἶπον,«Οὐδενός.»
36 Εἶπεν οὖναὐτοῖς· «Ἀλλὰ νῦν, ὁ ἔχων βαλάντιονἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων πωλήσειτὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσειμάχαιραν.
37 Λέγω γὰρ ὑμῖν ὅτι ἔτιτοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί· τὸ ‹Καὶ μετὰ ἀνόμων ἐλογίσθη›· καὶ γὰρ τὰπερὶ ἐμοῦ τέλος ἔχει.»
38 Οἱ δὲ εἶπον,«Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο.» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἱκανόν ἐστιν.»
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, «Προσεύχεσθε, μὴ εἰσελθεῖν εἰς πειρασμόν.»
41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 λέγων, «Πάτερ, εἰ βούλει παρενεγκεῖντὸ ποτήριον τοῦτοἀπ᾿ ἐμοῦ—πλήν, μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σόν, γενέσθω.»
43 Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν.
44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ἐγένετο δὲὁ ἱδρὼςαὐτοῦ ὡσεὶ θρόμβοι αἵματος, καταβαίνοντες ἐπὶ τὴν γῆν.
45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰςεὗρεν αὐτοὺς κοιμωμένουςἀπὸ τῆς λύπης.
46 Καὶ εἶπεν αὐτοῖς· «Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.»
47 Ἔτι δὲαὐτοῦ λαλοῦντος, ἰδοὺ ὄχλος· καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετοαὐτούς,καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν (τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν»).
48 Ὁ δὲ Ἰησοῦςεἶπεν αὐτῷ, «Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;»
49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶποναὐτῷ,«Κύριε, εἰ πατάξομενἐν μαχαίρᾳ;»
50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέωςκαὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖςτὸ δεξιόν.
51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, «Ἐᾶτε ἕως τούτου»· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦἰάσατο αὐτόν.
52 Εἶπεν δὲ ὁ Ἰησοῦςπρὸς τοὺς παραγενομένους πρὸςαὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· «Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατεμετὰ μαχαιρῶν καὶ ξύλων;
53 Καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. Ἀλλὰαὕτη ὑμῶν ἐστινἡ ὥρα· καὶ ἡ ἐξουσία τοῦ σκότους.»
54 Συλλαβόντες δὲ αὐτόν, ἤγαγον καὶ εἰσήγαγονεἰς τὸν οἶκοντοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 Ἁψάντωνδὲ πῦρἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν,ἐκάθητο ὁ Πέτρος ἐν μέσῳαὐτῶν.
56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, «Καὶ οὗτος σὺν αὐτῷ ἦν.»
57 Ὁ δὲ ἠρνήσατο αὐτὸνλέγων, «Γύναι, οὐκ οἶδα αὐτόν.»
58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, «Καὶ σὺ ἐξ αὐτῶν εἶ.» Ὁ δὲ Πέτρος εἶπεν,«Ἄνθρωπε, οὐκ εἰμί.»
59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, «Ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.»
60 Εἶπεν δὲ ὁ Πέτρος, «Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.» Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ,ἐφώνησενἀλέκτωρ.
61 Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγουτοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι,ἀπαρνήσῃ με τρίς.»
62 Καὶ ἐξελθὼν ἔξωἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦνἐνέπαιζον αὐτῷ, δαίροντες.
64 Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸνλέγοντες· «Προφήτευσον. Τίς ἐστιν ὁ παίσας σε;»
65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τεκαὶ γραμματεῖς, καὶ ἀπήγαγοναὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,λέγοντες,
67 «Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲἡμῖν.» Εἶπεν δὲ αὐτοῖς· «Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε.
68 Ἐὰν δὲ καὶἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε.
69 Ἀπὸ τοῦ νῦνἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.»
70 Εἶπονδὲ πάντες, «Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, «Ὑμεῖς λέγετε ὅτι ΕΓΩ ΕΙΜΙ.»
71 Οἱ δὲ εἶπον·«Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας;Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.»