Lucas 21

GRC_F35

1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιονπλουσίους.

2 Εἶδεν δέ τινα καὶχήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά.

3 Καὶ εἶπεν· «Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτηπλεῖον πάντων ἔβαλεν·

4 ἅπαντεςγὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ,αὕτη δέ, ἐκ τοῦ ὑστερήματος αὐτῆς, ἅπαντατὸν βίον ὃν εἶχεν ἔβαλεν.»

5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν,

6 «Ταῦτα ἃ θεωρεῖτε—ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθονὃς οὐ καταλυθήσεται.»

7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· «Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται;» καὶ «Τί τὸ σημεῖον ὅταν μέλλῃταῦτα γίνεσθαι;»

8 Ὁ δὲ εἶπεν· «Βλέπετε μὴ πλανηθῆτε, πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι‹Ἐγώ εἰμι› καὶ ‹Ὁ καιρὸς ἤγγικεν.› Μὴ οὖνπορευθῆτε ὀπίσω αὐτῶν.

9 Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.»

10 Τότε ἔλεγεν αὐτοῖς· «Ἐγερθήσεται ἔθνος ἐπὶἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν.

11 Σεισμοί τε μεγάλοι κατὰ τόπους καὶλιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται.

12 Πρὸ δὲ τούτων ἁπάντων,ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰςσυναγωγὰς καὶ φυλακάς, ἀγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου.

13 Ἀποβήσεται δὲὑμῖν εἰς μαρτύριον.

14 Θέσθεοὖν εἰς τὰς καρδίαςὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·

15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντειπεῖν ἢ ἀντιστῆναιπάντεςοἱ ἀντικείμενοι ὑμῖν.

16 Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν,καὶ θανατώσουσιν ἐξ ὑμῶν.

17 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.

18 (Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται—

19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.)

20 »Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴνἹερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.

21 Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν.

22 Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πληρωθῆναιπάντα τὰ γεγραμμένα.

23 Οὐαὶ δὲταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ ἐντῷ λαῷ τούτῳ.

24 Καὶ πεσοῦνται στόματι μαχαίρας,καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη.Καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχριπληρωθῶσιν καιροὶ ἐθνῶν.

25 »Καὶ ἔσταισημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ, ἠχούσηςθαλάσσης καὶ σάλου·

26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇοἰκουμένῃ—αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.

27 Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

28 Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.»

29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· «Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα.

30 Ὅταν προβάλλωσινἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε ὅτι ἤδηἐγγὺς τὸ θέρος ἐστίν.

31 Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.

32 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.

33 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

34 »Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσινὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιοςἐφ᾿ ὑμᾶς ἐπιστῇἡ ἡμέρα ἐκείνη.

35 Ὡς παγὶς γὰρ ἐπελεύσεταιἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

36 Ἀγρυπνεῖτε οὖνἐν παντὶ καιρῷ, δεόμενοι ἵνα καταξιωθῆτεἐκφυγεῖν πάντατὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.»

37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.

38 Καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

Ler em outra tradução

Comparar lado a lado