Lucas 20

GRC_F35

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων,διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖςκαὶ οἱγραμματεῖς σὺν τοῖς πρεσβυτέροις

2 καὶ εἶπονπρὸς αὐτὸν λέγοντες,«Εἰπὲ ἡμῖνἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς· ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;»

3 Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· «Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον,καὶ εἴπατέ μοι·

4 Τὸ βάπτισμα Ἰωάννου—ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;»

5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι «Ἐὰν εἴπωμεν, ‹Ἐξ οὐρανοῦ,› ἐρεῖ, ‹Διὰ τίοὐκ ἐπιστεύσατε αὐτῷ;›

6 Ἐὰν δὲ εἴπωμεν, ‹Ἐξ ἀνθρώπων,› πᾶς ὁ λαὸςκαταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.»

7 Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.

8 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.»

9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· «Ἄνθρωποςἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτοαὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.

10 Καὶ ἐνκαιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιναὐτῷ. Οἱ δὲ γεωργοὶ δήραντεςαὐτὸν ἐξαπέστειλανκενόν.

11 Καὶ προσέθετοπέμψαι ἕτερονδοῦλον· οἱ δὲ κἀκεῖνον δήραντεςκαὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.

12 Καὶ προσέθετο πέμψαι τρίτον·οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.

13 Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· ‹Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντεςἐντραπήσονται.›

14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοί, διελογίζοντο πρὸς ἑαυτοὺςλέγοντες· ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε,ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.›

15 Καὶ ἐκβαλόντεςἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;

16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.» Ἀκούσαντες δὲ εἶπον,«Μὴ γένοιτο.»

17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· «Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας›;

18 Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ—λικμήσει αὐτόν.»

19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖςἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ· καὶ ἐφοβήθησαν—ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν.

20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνταιαὐτοῦ λόγου,εἰς τὸπαραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.

21 Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.

22 Ἔξεστιν ἡμῖνΚαίσαρι φόρον δοῦναι, ἢ οὔ;»

23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς· «Τί με πειράζετε;

24 Ἐπιδείξατέμοι δηνάριον—τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;» Ἀποκριθέντεςδὲ εἶπον,«Καίσαρος.»

25 Ὁ δὲ εἶπεν αὐτοῖς,«Ἀπόδοτε τοίνυντὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»

26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντεςἀνάστασιν μὴ εἶναι,ἐπηρώτησαν αὐτὸν

28 λέγοντες· «Διδάσκαλε, Μωσῆςἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ἀποθάνῃ,ἵνα ὁ ἀδελφὸς αὐτοῦ λάβῃτὴν γυναῖκα καὶ ἐξαναστήσῃσπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·

30 καὶ ἔλαβενὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·

31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν·ὡσαύτως δὲ καὶ οἱ ἑπτά—οὐ κατέλιποντέκνα, καὶ ἀπέθανον.

32 Ὕστερον δὲ πάντων,ἀπέθανεν καὶ ἡ γυνή.

33 Ἐν τῇ οὖνἀναστάσει,τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.»

34 Καὶ ἀποκριθεὶςεἶπεν αὐτοῖς ὁ Ἰησοῦς· «Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ἐκγαμίσκονται·

35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν, καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται.

36 Οὔτεγὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν—καὶ υἱοί εἰσιν τοῦΘεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.

37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆςἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει· ‹Κύριον τὸν Θεὸν Ἁβραὰμ καὶ τὸνΘεὸν Ἰσαὰκ καὶ τὸνΘεὸν Ἰακώβ.›

38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων—πάντες γὰρ αὐτῷ ζῶσιν.»

39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον,«Διδάσκαλε, καλῶς εἶπας.»

40 Οὐκέτι δὲἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

41 Εἶπεν δὲ πρὸς αὐτούς· «Πῶς λέγουσιντὸν Χριστὸν Υἱὸν Δαυὶδ εἶναι;

42 Καὶ αὐτὸςΔαυὶδ λέγει ἐν ΒίβλῳΨαλμῶν, ‹Εἶπεν ὁΚύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου

43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.›

44 Δαυὶδ οὖν Κύριον αὐτὸνκαλεῖ, καὶ πῶς Υἱὸς αὐτοῦἐστιν;»

45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·

46 «Προσέχετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·

47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονταιπερισσότερον κρῖμα.»

Ler em outra tradução

Comparar lado a lado